τὸ δὲ μάρτυρος ἠκολούθησε τῷ ἄργυρος, τὸ Χάροπος τῷ Ἄροπος, Ἀστέροπος. οὕτω καὶ τὸ Ἴβηρος τῷ ὅμηρος σίδηρος. τὸ δὲ Τροίζηνος ἀπὸ Τροιζήν ὀξυτόνου εἰς ἰδιότητα βαρύνεται ὡς καὶ τὸ Φύλακος κύριον. Ἄβληρος κύριον. Ὅμηρος «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ» (Ζ 32). Ψένηρος Αἰγυπτία κώμη. Κύθηρος ὁ Φοίνικος, ἀφ´ οὗ Κύθηρα νῆσος, καὶ δῆμος τῆς Πανδιονίδος φυλῆς. Δίγηρος ἔθνος Θρᾴκιον. Πολύβιος ιγʹ. Δίζηρος ποταμὸς Ἰλλυρίδος. Λυκόφρων ( 1026) «οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ». ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. Δόβηρος πόλις Παιονίας. Κάληρος βασιλεύς, ἀφ´ οὗ ἡ Ἀλωπεκόννησος ἐκαλεῖτο Κάληρος. Στενύκληρος πόλις Μεσσήνης. ἐρίηρος, τριέτηρος, πενταέτηρος, τετραφάληρος. τὰ μέντοι διὰ τοῦ 'ηρος' ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατ´ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρός, ἀταρτηρός, τυχηρός, ὀλισθηρός, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, πενθηρός ἐπὶ ἱματίου μέλανος ἔφη Ἀναξίλας Α. φέρ´ αὔτ´ ἀνύσας. Β. ἀλλ´ ἐστὶ πενθηρὸν πάνυ. καματηρός, αἱματηρός, ἀσηρός, σιγηρός, ἀγροικηρός ἀπὸ τοῦ ἄγροικος «ἀγροικηρὴν φύσιν». ὀτρηρός, οὗ τὸ θηλυκὸν ὀτρηρή «τὸν δ´ αὖτ´ ὀτρηρὴ ταμίη» (Ζ 381). ἰστέον δὲ ὅτι τὸ πόνηρος καὶ μόχθηρος οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίπονον καὶ ἐπίμοχθον σημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουσιν.
Pending translation