Prosodia Catholica (Herodian)

Passage 1.200
← Index
1.200
Passage listing numerous place-names (islands, rivers, cities, tribes) and discussing accentuation and formation of adjectives/names (forms in -ωρος, -υρος, -ωρος/ωρος, oxytone vs. barytone, special proparoxytones). Examples include Leucosyrus, Nisyrus, Azorus, various rivers and cities, and morphological notes on feminine trisyllabic forms and compounds.
Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός. Τὰ διὰ τοῦ 'ωρος' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος, θεωρός, ὑληωρός, ἰωρός ὁ γνήσιος φύλαξ, πυλωρός, θυρωρός, μυλωρός, φρυκτωρός, σκευωρός. τὰ δὲ βαρύνεται, νέωρος, ἀσχέδωρος, μετέωρος, ὀλίγωρος, οὐδενόσωρος.
A headland of the Scythians. Hecataeus in the Asia. Kossyros, an island off the river and city Selinus of Sicily, and a city of the same name. Kinyras, father of Koureus. Lamyros, a river of Lycia. Ligyros, a river of Iberia. Limyros, a river of Lycia. Leukosyros, a river of Cilicia, later the Pyramos. And the Syrians too, a people, are called Leukosyri. Strabo in the sixteenth: “It seems that from Babylonia the name of the Syrians extends as far as the Issic gulf, and from there as far as the Euxine Sea. At any rate both Cappadocians, those by Taurus and those by Pontus, are to this day called Leukosyri.” Nisyros, an island, one of the Cyclades: «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Tapyros, a people not far from Hyrcania. Lesyros, a river. Hecataeus in the Europe: “and after that, the city Hyops, and after that, the river Lesyros.” But ἀχυρός, ὁ ἀχυρών among the Attics is accented with an acute, as being a container. And those that have feminine forms and are of three genders are accented with an acute: λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός, “the father-in-law.” Proper names of more than two syllables in -ωρος are accented with a proparoxytone: Θεόδωρος, Ἄψωρος, a city of Illyria, Ἰσόδωρος. Ἄλωρος, a city of Macedonia; and it is also the innermost part of the Thermaic gulf. Ἄζωρος, a city of Pelagonia, of the so-called Tripolitis, as Strabo says, founded by someone Azoros. It is also said in the plural, “in Ἀζώροις.” Rianos says it is itself Azoreia. Annichoros, a people near the Persians; it is also called Annichor. Ἄωρος, a city of Crete, from the nymph Aora; it was also called Saoros. Gazoros, a city of Macedonia. Eloros, the river by Pachynus, which is said to have tame fish that eat from the hand, as Apollodorus in the first book of the Chronicles; and from it Eloros, a city of Sicily; there is also another of Macedonia. Thestoros, a city of Thrace; Theopompus in the twenty-second. Kassanoros, an Egyptian city, mentioned by Ephorus in book 26. Kytoros or Kydoros, a city of Paphlagonia, from Kytoros, the son of Phrixus. Milkoros, a Chalcidian city in Thrace; Theopompus in book 25 of the Philippica. Piloros, a city near Athos. But appellatives or adjectives are both accented with an acute and with a grave. And they are accented with an acute, insofar as they have the sense of the verb ὠρῶ: θεωρός, ὑληωρός, ἰωρός, “the genuine guard,” πυλωρός, θυρωρός, μυλωρός, φρυκτωρός, σκευωρός. But these are accented with a grave: νέωρος, ἀσχέδωρος, μετέωρος, ὀλίγωρος, οὐδενόσωρος.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 209 (79.2%) word LCS 41 (80.4%)
Show overlap highlight
…Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, με…
Σύροι, κοινὸν ὄνομα πολλῶν ἐθνῶν. λέγονται καὶ Λευκόσυροι· Στράβων ἑκκαιδεκάτῃ “δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται”. τὸ κτητικὸν Συρικός.
char LCS 107 (47.3%) word LCS 17 (42.5%)
Show overlap highlight
…ῦ 'ωρος' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακ…
Ἄζωρος, πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς “ἐν Ἀζώροις”. ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης· πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. ἢ Ἀζωρεάτης ὡς Βοττεάτης, ἢ Ἀζωρεύς ὡς Ἀλεξανδρεύς.
char LCS 84 (42.4%) word LCS 15 (40.5%)
Show overlap highlight
…ησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος…
Ἔλωρος, πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν, ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ἑβδόμῃ καὶ Ἐλωρίνην ὁδόν φησι.
char LCS 59 (36.4%) word LCS 9 (33.3%)
Show overlap highlight
Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι…
Κόσσυρος, νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμόν, καὶ πόλις ὁμώνυμος. καὶ Λιβύης νῆσος Κόσσυρα· τὸ ἐθνικὸν τῆς πρώτης Κοσσύριος, καὶ κτητικὸν Κοσσυριακός ἢ Κοσσυρῖνος, τῆς δὲ δευτέρας Κοσσυραῖος.
char LCS 50 (49.0%) word LCS 11 (52.4%)
Show overlap highlight
… Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδ…
Ὕοψ, πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ “μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός”. τὸ ἐθνικὸν Ὑόπιος ἀπὸ τῆς γενικῆς.
char LCS 41 (66.1%) word LCS 7 (70.0%)
Show overlap highlight
…ς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. …
Κασσάνωρος, πόλις Αἰγυπτία, ἧς μέμνηται Ἔφορος κϛʹ. τὸ ἐθνικὸν Κασσανωρίτης.
char LCS 39 (56.5%) word LCS 5 (45.5%)
Show overlap highlight
…υνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ´ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπο…
Θέστωρος, ὡς Κύτωρος, πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. τὸ ἐθνικὸν Θεστώριος.
char LCS 29 (43.3%) word LCS 5 (45.5%)
Show overlap highlight
… πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠ…
Μίλκωρος, Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Μιλκώριος. Θεόπομπος κεʹ Φιλιππικῶν.
char LCS 24 (50.0%) word LCS 5 (62.5%)
Show overlap highlight
Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυ…
Κασπάπυρος, πόλις Γανδαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ.
char LCS 24 (47.1%) word LCS 5 (50.0%)
Show overlap highlight
…γυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος, θεωρός, ὑληωρός, ἰωρός ὁ γνήσιος φύλαξ, πυλωρό…
Πίλωρος, πόλις περὶ τὸν Ἄθων. τὸ ἐθνικὸν Πιλωρίτης ὡς Ἀλωρίτης.