Prosodia Catholica (Herodian)

Passage 1.201
← Index
1.201
No summary yet
Τὰ εἰς 'ρος' ὑπερδισύλλαβα παραληγόμενα τῇ 'αι' διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν, Πάλαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας. μέμνηται καὶ Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτ´ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ» (*). χήμαιρος· κύπαιρος Δωρικὸν ἀπὸ τοῦ κύπειρος γέγονεν τροπῇ τοῦ 'ε' εἰς 'α' ὡς κατώγειος κατώγαιος. εὔκαιρος, ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερισπᾶται. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτάρους τε» χωρὶς τοῦ 'ι' λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος. Τὰ εἰς 'ρος' ὑπερδισύλλαβα παραληγόμενα τῇ 'αυ' διφθόγγῳ, μὴ ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴσαυρος ἔθνος. Ἐπίδαυρος πόλις πρὸς τῷ Ἄργει θηλυκῶς λεγομένη. τὸ γὰρ «ἀμπελόεντ´ Ἐπίδαυρον» (Β 561) μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν ὡς τὸ «ψολόεντος ἐχίδνης» (Ther. 129) παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» (Β 77) καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσαν ἢ διὰ τοῦ 'ι' ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφ´ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρός, ἀφαυρός καὶ τὸ ἀγαυρός,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 110 (26.6%) word LCS 20 (27.0%)
Show overlap highlight
…ρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» (Β  77) καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσαν ἢ διὰ τοῦ 'ι' ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφ´ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θ…
Ἐπίδαυρος, πόλις πρὸς τῷ Ἄργει, θηλυκῶς λεγομένη. τὸ γὰρ “ἀμπελόεντ´ Ἐπίδαυρον” μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς τὸ “ψολόεντος ἐχίδνης” παρὰ Νικάνδρῳ. τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ἑκατόν, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπιδαυριώτης φασίν.
char LCS 33 (31.7%) word LCS 5 (29.4%)
Show overlap highlight
…αὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφ´ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρός, ἀφαυρός καὶ τὸ ἀγαυρός,
Μάταυρος, πόλις Σικελίας, Λοκρῶν κτίσμα. τὸ ἐθνικὸν Ματαυρῖνος. Στησίχορος Εὐφήμου παῖς Ματαυρῖνος γένος, ὁ τῶν μελῶν ποιητής.