Prosodia Catholica (Herodian)

Passage 1.202
← Index
1.202
No summary yet
ὅπερ ἔδει βαρύνεσθαι πλεονασμῷ τοῦ 'α' ἐκ δισυλλάβου γενόμενον. Τὰ εἰς 'ρος' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα 'ου' προπαροξύνεται, ἐπίκουρος, ἐπάρουρος ὁ κηπουρός. Ἕλουρος Σκυθικὸν ἔθνος, μελάνουρος, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ ( 4, 17). Βάλβουρος, ἀφ´ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ καὶ Τμάρος καὶ τὸν κατοικοῦντα. σεσημείωται νομηουρός ὁ τὴν νομὴν φυλάσσων καὶ ὑλοκουρός ὁ τὴν ὕλην τέμνων. Τὰ εἰς 'ρος' τρισύλλαβα παραληγόμενα τῇ 'ου' ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακράν, οἰκουρός, κηπουρός, τηλουρός ὁ μακρὰν ὤν. τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆς 'ου' δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων, ἀρκτοῦρος, ἀγχοῦρος, κλαγγοῦρος ὁ κρακτικός. τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου. Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς 'νε' ὀξύνεται, νεκρός, νεβρός, νεφρός. * Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς τοῦ 'β' ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ´ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τε τὰ εἰς 'ος' δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ 'ο' καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄμβρος. τὸ μέντοι γαμβρός ὀξύνεται.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 102 (91.9%) word LCS 16 (94.1%)
Show overlap highlight
…ληνικῶν ἑβδόμῳ ( 4, 17). Βάλβουρος, ἀφ´ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ καὶ Τμάρος καὶ τὸν κατοικοῦντα…
Ἰψίκουροι, ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ “ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος”.
char LCS 68 (75.6%) word LCS 13 (76.5%)
Show overlap highlight
…, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ ( 4, 17). Βάλβουρος, ἀφ´ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνο…
Βόλουρος, πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων. “μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος”. ἔστι καὶ πόλις Θεσπρωτίας.
char LCS 63 (65.6%) word LCS 13 (68.4%)
Show overlap highlight
… Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ´ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τ…
Ἴμβρος, νῆσός ἐστι Θρᾴκης, ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. οἱ οἰκοῦντες Ἴμβριοι.
char LCS 54 (77.1%) word LCS 10 (76.9%)
Show overlap highlight
…ὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ´ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρ…
Θίβρος, πόλις [Καρίας]. Λυκόφρων “οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος”. τὸ ἐθνικὸν Θίβριος.
char LCS 39 (39.0%) word LCS 6 (35.3%)
Show overlap highlight
…υρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ κα…
Ἀρβαξανοί, ἔθνος Λιγυστικόν “παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο [πρότερον] Ἰψίκουροι καὶ Ἀρβαξανοί”.
char LCS 37 (9.7%) word LCS 5 (7.4%)
Show overlap highlight
…ς Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τε τὰ εἰς 'ος' δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ 'ο' καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, …
Ὄμβρικοι, ἔθνος Ἰταλικὸν παρὰ τὸν Ἀδριακὸν κόλπον, μέσον τοῦ Πάδου καὶ Πικεντικοῦ. λέγονται καὶ Ὄμβροι· ἔστι καὶ ποταμὸς Ἰταλίας Ὄμβρος· λέγονται Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. παρὰ τούτοις ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων ὅτι τρὶς τοῦ ἐνιαυτοῦ τίκτουσι τὰ βοσκήματα, καὶ τοὺς καρποὺς πολλαπλασίους τὴν γῆν ἀνιέναι τῶν καταβαλλομένων, [εἶναι δὲ] καὶ τὰς γυναῖκας αὐτοῦ πολυγόν…
char LCS 35 (67.3%) word LCS 5 (62.5%)
Show overlap highlight
… ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ´ οὗ Θύμβρα. Ἴμβρος νῆσος…
Σκύβρος, χωρίον Μακεδονικόν, ὡς Θεόπομπος. τὸ ἐθνικὸν Σκύβριος.
char LCS 35 (25.4%) word LCS 5 (20.0%)
Show overlap highlight
…όμενα ἀπὸ τῆς 'νε' ὀξύνεται, νεκρός, νεβρός, νεφρός. * Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς τοῦ 'β' ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (…
Ἄβροι, ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίνων, προσεχὲς τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος. βαρύνεται δὲ ὡς Κίμβροι, οὕς τινές φασι Κιμμερίους, Σκόμβροι, καὶ οὗτοι ἔθνος, ὡς Σοφοκλῆς.
char LCS 33 (40.7%) word LCS 6 (42.9%)
Show overlap highlight
… 'ρος' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα 'ου' προπαροξύνεται, ἐπίκουρος, ἐπάρουρος ὁ κηπουρός. Ἕλουρος Σκυθικὸν ἔθνος, μελάνουρος, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ ( 4, 17). Βάλβουρος, ἀφ´ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ …
Ὄλουρος, πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Πελλήνης, ὡς Ξενοφῶν [Ἑλληνικῶν] ἑβδόμῳ. τὸ ἐθνικὸν Ὀλούριος.