τὰ δὲ τριγενῆ ὀξύνεται λιβρός ὁ σκοτεινός. τὸ δὲ λάβρος σύνθετον. Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς τοῦ 'γ' βαρύνεται, μονογενῆ ὄντα, φάγρος, πάγρος, γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρός, ὑγρός, μεθ´ ὧν καὶ ἀγρός. Τὰ εἰς 'ρος' δισύλλαβα ἔχοντα 'δ' μονογενῆ βαρύνεται, Ἄνδρος νῆσος μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Σκίδρος πόλις Ἰταλίας. Κόδρος. Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὥσπερ καὶ τὸ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲς ὄν, ἀλλὰ τὸ προσηγορικὸν εἶδος ἐντέρου ὄν. Τὰ εἰς 'ρος' δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ 'ρ' ὀξύνεται, νωθρός, σαθρός, ψυχρός, ἐχθρός, αἰσχρός, στιφρός ὁ συνεστραμμένος. βληχρός. σεσημείωται τὸ γλίσχρος. τὰ δὲ μονογενῆ βαρύνεται οἷον δίφρος καὶ Δίφροι πόλις Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχρος τὸ μονογενές, ὠχρός τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχρος ἐγένετο παρὰ τὸ ἄχροος, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς 'ος' λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ 'ω', μὴ προσκειμένου τοῦ 'ι', βαρύνεται ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ 'ι' διὰ τὸ ᾠδός. σεσημείωται τὸ ἀφρός ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄφρος βαρύνεται. Τὰ εἰς 'κρος' δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, μακρός, πικρός, μικρός, νεκρός, λευκρός ὁ φαλακρός παρὰ Σαλαμινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός, Λοκρός. τὸ δὲ
Pending translation