Τὰ εἰς 'σος' δισύλλαβα τῷ 'η' παραληγόμενα βαρύνεται, νῆσος καὶ Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος, Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ. Τὰ εἰς 'σος' θηλυκὰ δισύλλαβα τῷ 'ω' παραληγόμενα ὀξύνεται, κρωσός ἡ ὑδρία, Κνωσός «οἳ Κνωσόν τ´ εἶχον» (Β 646) δι´ ἑνὸς 'σ', Τρύφων δὲ διὰ δύο. Ῥωσός πόλις Κιλικίας. τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται, καὶ τὸ Κρῶσος ὁμοίως ἀρσενικόν. Τὰ εἰς 'σος' δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται, Ἶσος τὸ κύριον, Κῖσος, Κρῖσος τὸ κύριον, Πῖσος τὸ κύριον, ἀφ´ οὗ καὶ Πῖσα ἡ πόλις. Νῖσος ὁ Πανδίονος, ἀφ´ οὗ Νίσαια. Νῦσος ποταμός, Τρῦσος ποταμός, κῦσος. τὸ δὲ Λισός πολίχνιον Κρήτης ὀξύνεται καὶ τὸ Βρυσός ὁ λιμὴν καὶ τὸ Μυσός ἐθνικὸν καὶ τὸ τρυσός, ῥυσός ἐπίθετα καὶ τὸ χρυσός μόνον εἰς 'υσος' δισύλλαβον προσηγορικόν. Τὰ εἰς 'σος' δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη ἢ ἐπὶ πόλεως κεῖται. Παισός πόλις κατὰ τὴν Τρῳάδα. Ὅμηρος «ὅς ῥ´ ἐνὶ Παισῷ ναῖε πολυκτήμων» (Il. Ε 612), ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ» (Il. Β 828). Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παισός καὶ ἐν πλεονασμῷ τοῦ 'α' Ἀπαισός ὥσπερ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος» (Il. Ε 44). ἔστι καὶ Δαυνίας πόλις Παισός κατ´ Ἀργύριππα. Λουσός καὶ Λουσοί πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. λέγεται δὲ καὶ Λοῦσα οὐδετέρως. Πραισός πόλις. Μαυσός κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ,
Pending translation