Prosodia Catholica (Herodian)

Passage 1.211
← Index
1.211
No summary yet
Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος »Καβησσόθεν ἔνδον ἐόντα« (Il. Ν 363). Ἑκαταῖος δ´ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος δι´ ἑνὸς 'σ' γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος (Μ 20) Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει· οὐ γὰρ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους τὸ Γλισᾶς μὴ περισπᾶν τῆς συνηθείας περισπώσης. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως (Β 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς 'ος' λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα τῷ 'η' παραληγόμενα ἕτερον ἔχοντα 'σ', τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ »ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου«. ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ (c. 99) »νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης«. δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς »κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος«. ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 145 (60.2%) word LCS 31 (63.3%)
Show overlap highlight
Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐ…
Κορησσός, πόλις τῆς Ἐφεσίας .... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. τὸ ἐθνικὸν Κορησσίτης. καὶ ἴσως ἀπὸ τοῦ Κόρησσις. λέγεται καὶ Κορησσεύς. καὶ Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον.
char LCS 109 (26.2%) word LCS 22 (29.7%)
Show overlap highlight
… τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος »Καβησσόθεν ἔνδον ἐόντα« (Il. Ν  363). Ἑκαταῖος δ´ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ …
Καβασσός, πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος “Καβησσόθεν ἔνδον ἐόντα”. Ἑκαταῖος δ´ ὁ Μιλήσιος Καβησσὸν πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν Καβησσόν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. Μάζακα δὲ ἡ Καππαδοκίας ἐκαλεῖτο Καισάρεια. ἐθνικῶς ἀρκεῖ τὸ Ὁμηρικὸν Καβησσόθεν. πολλὰ γὰρ τοιαῦτα, ὡς τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθν…
char LCS 99 (9.7%) word LCS 22 (11.8%)
Show overlap highlight
…εως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ »ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου«. ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ (c. 99) »νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης«. δʹ Χερρόνησος κατὰ Κρήτην νῆσο…
Χερρόνησος, πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ, κατὰ Τριόπιον. ὁ πολίτης Χερρονήσιος. Αἰλιανὸς ἐν βʹ ἱστορικῆς διαλέξεως “Χερρονήσιοι δ´ ἀπὸ Κνίδου”. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ “ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου”. καὶ τὸν πολίτην Χερρονήσιόν φησιν “Ἀψινθίοισι πρὸς μεσαμβρίην ὁμουρέουσι [Χερσονήσιοι. Ἡρόδοτος δέ] “Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσημήναντο τοῖσι Ἀθηναίοισι τὸ γεγονός”. τούτους καὶ ... Χερρονησίους λέγει. ὧν τὸ θηλυκ…
char LCS 91 (83.5%) word LCS 17 (85.0%)
Show overlap highlight
… αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός …
Τερμησσός, πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας, λεγομένη μικρά ὡς ἡ προτέρα μείζων· τὸ ἐθνικὸν Τερμησσεύς.
char LCS 73 (79.3%) word LCS 13 (81.2%)
Show overlap highlight
…ος' λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα τῷ 'η' παραληγόμενα ἕτερον ἔχοντα 'σ', τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ »ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐ…
Μυόννησος, πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. ὁ νησιώτης Μυοννήσιος.
char LCS 40 (34.2%) word LCS 7 (35.0%)
Show overlap highlight
…ι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος »Καβησσόθεν ἔνδον ἐόντα« (Il. Ν  363). Ἑκαταῖος δ´ ὁ Μιλήσιος πόλιν εἶναί φησιν…
Τυμνησσός, πόλις Καρίας, ἀπὸ Τυμνησσοῦ ῥάβδου· Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. ὁ πολίτης Τυμνησσεύς, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν.
char LCS 39 (8.9%) word LCS 6 (7.1%)
Show overlap highlight
… Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος δι´ ἑνὸς 'σ' γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος (Μ  20) Τυραννίων ὀξύνει· οὕτω…
…ς » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος.
char LCS 35 (53.0%) word LCS 5 (50.0%)
Show overlap highlight
Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν …
Καρδησσός, πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Καρδήσσιος καὶ Καρδησσεύς.
char LCS 26 (5.6%) word LCS 5 (5.9%)
Show overlap highlight
…ῷ περὶ αὐτῆς »κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος«. ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος
…ομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ.
char LCS 22 (38.6%) word LCS 5 (45.5%)
Show overlap highlight
…καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ »ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου«. ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ (c. 99) »νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσ…
Σκύλλαιον, ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησί. τὸ ἐθνικὸν Σκυλλαῖος.