Prosodia Catholica (Herodian)

Passage 1.212
← Index
1.212
List of place names (islands, cities) with brief etymologies and author citations; note on the accentuation of the -σσος suffix (examples and Homer citation).
ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακόννησος... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα. Τὰ εἰς 'σσος' ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους 'ι' εἰς 'σ' καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάρισσος καὶ τὸ φυτὸν καὶ ὁ ἥρως καὶ ἡ πόλις. Ὅμηρος »οἱ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν« (Β 519) ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ, οἱ δὲ ὡς Δίδυμος ἀπὸ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολλωνιάδα φασί. νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλισσος. Μύρμισσος πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Βόλισσος πόλις Αἰολικὴ ἐπ´ ἄκρου Χίου πλησίον. Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24). Ἀνδροτίων δὲ δι´ ἑνὸς 'σ' γράφει. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφ´ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ´ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. βούλονται δέ τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι τὸ ὄρος. πολλοὶ δὲ καὶ ὀξύνουσι καὶ διὰ τοῦ 'μ' γράφουσι Παρπαμισόν. Στράβων δὲ Παροπαμισόν γράφει πεντεσυλλάβως. Ὕδισσος πόλις Καρίας ἀπὸ Ὑδίσσου παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Πεδνήλισσος
In Lycia; and another [island] opposite the city of the Koronitai. Προκόννησος, one of the Sporades in the Propontis; Ἐλαφόνησος, one of the Sporadic islands, having a city of the same name. Ἁλόννησος; Ἀλωπεκόννησος, a city of the Hellespontine Chersonese, founded in accordance with an oracle that commanded that, wherever they should see fox cubs, there they should settle a city. Ἀρκόνησος, an island of Caria. Apollonius in the seventh book of the Carica. Ἀρκτόνησος: thus Cyzicus was called. Ἀρτύμνησος, a city of Lycia, a colony of the Xanthians. Menekrates in the first book of the Lyciaca. Δημόνησος, an island near Chalcedon, from someone named Δημόνησος. Ἱππόνησος, a city of Caria. Hecataeus in Asia. There is also one in Libya, as Artemidorus [says] in the seventh book. Ἑκατόννησος: thus [are called] the twenty islets around Lesbos, as Strabo [says], from Ἕκατον Apollo. For he is honored in different ways in different places: Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακόννησος… Alexander in the third book of the Libyca. And further, Πελοπόννησος is among the compounds. The words in -σσος that are more than disyllabic, having an ι before the end, ending in -σ, being of one gender, are accented on the antepenult: κυπάρισσος—both the plant and the hero and the city. Homer: “οἱ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν” (Β 519), from Κυπάρισσος the Minyan; but others, as Didymus [says], [derive it] from the multitude of cypresses there, which some also call Κυπαρισσοῦντα and Ἀπολλωνιάδα. νάρκισσος—both the plant and the proper name. Μέλισσος. Μύρμισσος, a city near Lampsacus, as Polemon [says]. Βόλισσος, an Aeolic city on a headland near Chios. Thucydides calls it Βολίσκον in the eighth book (c. 24); but Androtion writes it with a single σ. And they say that Homer made his sojourns in this little town, as Ephorus [says]. Ἀρχέμισσος, the name of a river. Τριπόλισσος, a Thesprotian people, whom Rhianus also calls Τριπολισσίους in the fifteenth book. Βαρβάλισσος, a fortress of the East, walled all around; Θέμισσος, a city of Caria, which Dadas founded, from Θέμισσος a boy, whom wolves tore to pieces. Μούκισσος, a city of Cappadocia. Μύγισσος, a city of Caria. Hecataeus in the fourth book of Genealogies. Παροπάνισσος, a city and a mountain of India, from which the inhabitants are called Παροπανισσάδαι. But Apollodorus in the second book On the Earth says that the mountain was named from them. Some, however, want the mountain to be called Παρπάνισον with antepenultimate accent; but many both accent it on the last syllable and write it with μ, Παρπαμισόν. Strabo, however, writes Παροπαμισόν as a five-syllable word. Ὕδισσος, a city of Caria, from Ὑδίσσος, son of Bellerophon and of Asteria daughter of Ὑδέος, as Apollonius [says] in the fourth book of the Carica. Πεδνήλισσος.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 117 (56.0%) word LCS 17 (53.1%)
Show overlap highlight
ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυ…
Ἀλωπεκόννησος, πόλις τῆς Ἑλλησποντίας χερρονήσου, κατὰ χρησμὸν κτισθεῖσα, κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. τὸ ἐθνικὸν Ἀλωπεκοννήσιος. ἐκλήθησαν δὲ ὅτι, ὅτε ἔκτιζον τὴν πόλιν, ἀλώπηξ σκύμνον ἄλλοθεν φέρουσα κατετίθετο.
char LCS 97 (56.7%) word LCS 15 (46.9%)
Show overlap highlight
…ι δέ τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι τὸ ὄρος. πολλοὶ δὲ καὶ ὀξύνουσι καὶ διὰ τοῦ 'μ' γράφουσι Παρπαμισόν. Στράβων δὲ Παροπαμισόν γράφει πεντεσυλλάβως. Ὕδισσος πόλις Καρίας ἀπὸ Ὑδίσσου παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Πεδνήλισσος
Ὑδισσός, πόλις Καρίας, ἀπὸ Ὑδισσοῦ παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. ἐξ ὧν ἐγεννήθη Ὕδης, ἐξ οὗ καὶ ἡ πόλις Ὑδισσός. ὁ πολίτης Ὑδισσεύς, ὡς αὐτὸς Ἀπολλώνιός φησιν.
char LCS 67 (79.8%) word LCS 12 (80.0%)
Show overlap highlight
…ρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφ´ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπο…
Θεμισσός, πόλις Καρίας, ἣν ἔκτισε Δάδας. ἀπὸ Θεμισσοῦ παιδός, ὃν λύκοι διεχρήσαντο. ὁ πολίτης Θεμισσεύς.
char LCS 64 (77.1%) word LCS 11 (78.6%)
Show overlap highlight
…σος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακ…
Ἱππόνησος, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. τὸ ἐθνικὸν Ἱππονήσιος.
char LCS 64 (85.3%) word LCS 10 (90.9%)
Show overlap highlight
…(c. 24). Ἀνδροτίων δὲ δι´ ἑνὸς 'σ' γράφει. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας.…
Τριπόλισσοι, ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ.
char LCS 45 (50.0%) word LCS 6 (42.9%)
Show overlap highlight
… Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφ´ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ´ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. βούλονται δέ τιν…
Μυγισσός, πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. τὸ ἐθνικὸν Μυγίσσιος καὶ Μυγισσία Ἀθηνᾶ καὶ Μυγισσίς.
char LCS 43 (69.4%) word LCS 6 (66.7%)
Show overlap highlight
…ν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσο…
Ἀρκόνησος, νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. τὸ ἐθνικὸν Ἀρκονήσιος.
char LCS 41 (65.1%) word LCS 5 (62.5%)
Show overlap highlight
…πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλ…
Βαρβαλισσός, φρούριον τῆς ἕω περιτετειχισμένον. τὸ ἐθνικὸν Βαρβαλισσηνός.
char LCS 39 (66.1%) word LCS 7 (70.0%)
Show overlap highlight
ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν…
Προκόννησος, μία τῶν Σποράδων ἐν τῇ Προποντίδι. ὁ πολίτης Προκοννήσιος.
char LCS 35 (64.8%) word LCS 6 (66.7%)
Show overlap highlight
…ου τοῦ Μινυοῦ, οἱ δὲ ὡς Δίδυμος ἀπὸ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολλωνιάδα φασί. νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλισσος. Μύρμισσος πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Βόλισσος πόλις Αἰολικὴ ἐπ´ ἄκρου Χίου πλησίον. Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24). Ἀνδροτίων δὲ δι´ ἑνὸς 'σ' γράφει. καί φασιν ὅτι Ὅμηρος ἐν τού…
Μυρμισσός, πόλις περὶ Λάμψακον, ὡς Πολέμων. τὸ ἐθνικὸν Μυρμίσσιος.