Prosodia Catholica (Herodian)

Passage 1.215
← Index
1.215
No summary yet
ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίως καὶ τὸ νῶτος ἐπὶ τῆς ψόας. καὶ γὰρ τούτου ἡ χρῆσις, καὶ τὸ μὲν οὐδέτερον πολὺ τὸ νῶτον, ἤδη δὲ καὶ τὸ ἀρσενικόν. ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ 'η' ἢ τῷ 'ω', ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητός, νητός, κμητός, τρητός, οἷς ὅμοιον καὶ τὸ Σητοί ἔθνος καὶ πόλις Βιθυνίας, πλωτός, ἔνθεν «πλωτῇ ἐνὶ νήσῳ» (Od. κ 3), στρωτός, γνωτός, πτωτός, βρωτός, τρωτός, πρωτός ὁ πεπρωμένος, ὅθεν καὶ ἐτόλμησάν τινες ἀναγινώσκειν «ἐπὴν τὰ πρωτὰ γένηται» (Il. Ζ 489), ἵν´ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. πρῶτος δὲ ἐπὶ ἀριθμοῦ. ἰστέον δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν τάσιν· ὡς γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτερος, οὕτως καὶ παρὰ τὴν πρό γέγονε πρότερος συγκριτικὸν καὶ πρότατος ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ 'τ' πρόατος καὶ κράσει τοῦ 'οα' εἰς 'ω' πρῶτος· βαρύνεται δὲ ἴσως καὶ ὥσπερ ἐπιμεριζόμενον, μία δὲ ἡ τάσις τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ πρωτός βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰς 'ος' τακτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς 'στος', ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. Τὰ εἰς 'τος' διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφασιν, βάτος, λάτος, βρότος τὸ αἷμα, βροτός δὲ ὁ φθαρτός τὸ τριγενές, πότος τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον, πάτος ἡ ἀναστροφή, Στράτος τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, ἔστι δὲ πόλις Ἀκαρνανίας, στρατός δὲ τὸ σύναγμα, κρότος, κότος, μίτος, νότος, σκότος. τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται. Τὰ εἰς 'τος' διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.