Prosodia Catholica (Herodian)

Passage 1.216
← Index
1.216
No summary yet
βατός, φατός, θετός, δετός, ἐτός ὁ ἀληθής ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ. Τὰ εἰς 'τος' δισύλλαβα παραληγόμενα 'ι' μακρῷ βαρύνεται, σῖτος— ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ 'σ' ἐργάτης βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης, οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός ἀποβολῇ τοῦ 'σ' καὶ 'ε' σῖτος—Τρῖτος ὁ ποταμός, ῥῖτος φρέαρ, τὸ μέντοι λιτός τριγενές. Τὰ εἰς 'τος' δισύλλαβα παραληγόμενα τῷ 'υ' προσηγορικὰ ὀξύνεται, βρυτός ὁ βρύων, χυτός, ῥυτός, λυτός, κλυτός, πλυτός, τρυτός. τὸ δὲ Βύτος κύριον βαρύνεται. Τὰ εἰς 'τος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν ἢ καθ´ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτος, χόρτος, μύρτος καὶ Μύρτος ἡ πόλις, ἄρτος, μίλτος, δέλτος, κίρτος· παρὰ Σιμωνίδῃ ἡ χρῆσις. Τοῦρτος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορας τῆς Τουρδητανίας. Ἄλτος χωρίον πλησίον Θεσσαλονίκης. Πάλτος πόλις Συρίας. Ἀρτεμίδωρος. πόντος καὶ ἰδικῶς ὁ Εὔξεινος. Κύρτος πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. καὶ κύρτος εἶδος δικτύου. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός, κυρτός, καρτός, θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτός τὸ ἐθνικὸν ὡς καὶ Σιντός ἔθνος Θρᾳκικόν, οἳ καὶ Σίντιες καὶ Σίντιοι ἐκαλοῦντο, καὶ Κελτός, οὓς Κέλτας Στράβων φησί. καὶ τὸ Σπαρτός—υἱὸς Ἀμύκλαντος τοῦ Λέλεγος καὶ Σπαρτοί οἱ μετὰ Κάδμου—κύριον ὀξύνεται.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 31 (13.4%) word LCS 6 (12.2%)
Show overlap highlight
…ος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορας τῆς Τουρδητανίας. Ἄλτος χωρίον πλησίον Θεσσαλονίκης. Πάλτος πόλις Συρίας. Ἀρτεμίδωρος. πόντος καὶ ἰδικῶς ὁ Εὔξεινος. Κύρτος πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. καὶ κύρτος εἶδος δικτύου. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός, κυρτός, καρτός, θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτός τὸ…
Κύρτος, πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. ἐκ ταύτης Διονύσιος ἦν διάσημος ἰατρός, ἀπὸ τῆς πατρίδος, οὐκ ἀπὸ τοῦ σώματος Κυρτός ὀνομαζόμενος, οὗ μέμνηται Ἑρέννιος Φίλων ἐν τῷ περὶ ἰατρῶν. ὁ τόνος τοῦ μὲν ἐθνικοῦ ὀξὺς ὁμόφωνος τῷ πάθει, τοῦ δὲ κυρίου τῆς πόλεως …
char LCS 27 (15.0%) word LCS 5 (13.5%)
Show overlap highlight
…λυτός, κλυτός, πλυτός, τρυτός. τὸ δὲ Βύτος κύριον βαρύνεται. Τὰ εἰς 'τος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν ἢ καθ´ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτος, χόρτος, μύρτος καὶ Μύρτος ἡ πόλις, ἄρτος, μίλτος, δέλτος, κίρτος· παρὰ Σιμωνίδῃ ἡ χρῆσις. Τοῦρτος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορ…
Βάλδος, πόλις Φοινίκης. ὁ πολίτης Βαλδαῖος. τὰ εἰς « δος » δισύλλαβα ἔχοντα πρὸ τοῦ « δ » ἄφωνον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· Ἰνδός ὅμοιον τῷ ποταμῷ, τὸ λορδός μυνδός ὁ ἄφωνος ὀξύνεται, ἀφ´ οὗ τὸ “μυνδότεροι νεπόδων” παρὰ Καλλιμάχῳ.