Prosodia Catholica (Herodian)

Passage 1.218
← Index
1.218
No summary yet
φασί. καὶ Ῥάπτος ποταμὸς Αἰθιοπίας. τὸ δὲ πέμπτος ἕκτος τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα. Τὰ εἰς διπλοῦν 'ττ' βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύττος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφηττός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρισσός. Τὰ εἰς 'τατος' ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς 'στος' ὑπερθετικά, λαμπρότατος, ὁσιώτατος, σεμνότατος, κάλλιστος, κύδιστος, ἄριστος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος. Τὰ εἰς 'τος' ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ 'α' προπαροξύνεται, Ἔλατος, ἀφ´ οὗ Ἐλάτεια πόλις Φωκίδος, ὕπατος, ἔνατος, Εἴνατος πόλις Κρήτης, ὡς Ξενίων φησί. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. Τὰ διὰ τοῦ 'ατος' παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς 'μι' ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνονται, μέσατος, πύματος, ὀγδόατος, τρίτατος, τέτρατος, νέατος. τὸ μέντοι ἐρατός, ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μακρὸν ἔχοντα τὸ 'α', περατός, θεατός, φυρατός, ἰατός. Τὰ εἰς 'ετος' τρισύλλαβα ἔχοντα τὸ 'ε' ἐν τῇ τρίτῃ ἀπὸ τέλους κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται, Νέπετος πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ 'ε' ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων» (Il. Β 852). τὰ δὲ ἔχοντα τὸ 'α' ὁμοίως, ἄργετος,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 63 (30.4%) word LCS 11 (29.7%)
Show overlap highlight
…ντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα. Τὰ εἰς διπλοῦν 'ττ' βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύττος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφηττός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρι…
Βρέττος, πόλις Τυρρηνῶν, ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου. οἱ οἰκοῦντες Βρέττιοι, καὶ ἡ χώρα Βρεττία καὶ ἡ γλῶσσα. Ἀριστοφάνης “μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν”. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν.
char LCS 49 (70.0%) word LCS 6 (66.7%)
Show overlap highlight
…νατος πόλις Κρήτης, ὡς Ξενίων φησί. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. Τὰ διὰ τοῦ 'ατος' παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν…
Ἀμήστρατος, πόλις Σικελίας, Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀμηστρατῖνος.
char LCS 47 (47.0%) word LCS 6 (40.0%)
Show overlap highlight
…ατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. Τὰ διὰ τοῦ 'ατος' παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς 'μι' ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνονται, μέσατος, πύματος, ὀγδόατος,…
Μυτίστρατος, πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. τὸ ἐθνικὸν Μυτιστράτιος, ὡς Στράτος Στράτιος, ἡ Ἀκαρνανικὴ πόλις.
char LCS 41 (58.6%) word LCS 5 (50.0%)
Show overlap highlight
…αμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ. Τὰ διὰ τοῦ 'ατος' παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς 'μι' ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν …
Μυτισέρατος, φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. τὸ ἐθνικὸν Μυτισερατῖνος, ὡς αὐτός.
char LCS 40 (19.8%) word LCS 7 (18.4%)
Show overlap highlight
…ετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ 'ε' ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων» (Il. Β  852). τὰ δὲ ἔχοντα τὸ 'α' ὁμοίως, ἄργετος,
Ἐνετοί, Ὅμηρος “ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων”. ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν [Ἐνετικός]. ἔστι καὶ πόλις Ἐνετός ἀφ´ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος, ὡς Διογένης ἐν δευτέρῳ φιλοσόφου ἱστορίας.
char LCS 40 (33.9%) word LCS 4 (20.0%)
Show overlap highlight
…μακρὸν ἔχοντα τὸ 'α', περατός, θεατός, φυρατός, ἰατός. Τὰ εἰς 'ετος' τρισύλλαβα ἔχοντα τὸ 'ε' ἐν τῇ τρίτῃ ἀπὸ τέλους κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται, Νέπετος πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ 'ε' ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ …
Νέπετος, πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ « τ » εἰς « σ » ἰδιάζουσα καὶ σεσημείωται.