Prosodia Catholica (Herodian)

Passage 1.219
← Index
1.219
No summary yet
ἄφετος, ἄνετος, Αἴνετος, αἰνετός δὲ τὸ ἐπίθετον. Λάμπετος υἱὸς Ἴρου, πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ ἀετός καὶ αἰετός. Τὰ διὰ τοῦ 'ετος' τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμως τετύπωται, νιφετός, ὑετός, κοπετός, πυρετός, τοκετός, συρφετός. τὸ μέντοι ἄσχετος, ἄσπετος, γνύπετος ὁ χαῦνος προπαροξύνεται. * Τὰ ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ 'ετος' ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος, ἀριδείκετος, ἐξαίρετος, παλινάγρετος, τηλύγετος, Ταΰγετος, ἀτρύγετος. τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. οὕτως οὖν καὶ τὸ ἀφυσγετός, εἴπερ οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. Τὰ εἰς 'τος' κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ 'η' μονογενῆ βαρύνονται, Ἄρητος, Λάμητος ποταμὸς πρὸς Κρότωνι, ἀφ´ οὗ Λαμητῖνοι πόλις. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». Μέλητος ὄνομα κύριον, βύνητος εἶδος ἱματίου παρ´ Αἰγυπτίοις. Μάσητος πόλις Ἀργείων, ἣ καὶ Μάσης. Μίλητος πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δ´ ἐν τοῖς συμποσιακοῖς φησιν, ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ Μιλήσιοι ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι ... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ἔστι δὲ καὶ Κρητικὴ πόλις Μίλητος. λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Κόρητος. Κατάρητος ὁ ποταμός. Αἴνητος ὄνομα κύριον, τρύγητος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 163 (23.2%) word LCS 33 (25.4%)
Show overlap highlight
… συμποσιακοῖς φησιν, ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ Μιλήσιοι ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι ... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ἔστι δὲ καὶ Κρητικὴ πόλις Μίλητος. λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Κόρητος. Κατάρητος ὁ ποταμός. Αἴνητος ὄνομα κύριον, τρύγητος
…πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δ´ ἐν συμποσιακοῖς φησιν ὅτι πρῶτον Λελεγηίς, ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ ..... ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι .... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία· ὁ πολίτης Μιλήσιος. οὕτως καὶ Θαλῆς Ἐξαμύου πατρὸς Μιλήσιος ἐχρημάτιζε καὶ Φωκυλίδης καὶ Τιμόθεος κιθαρῳδός, ὃς ἐποίησε νόμων κιθαρῳδικῶν βίβλους ὀκτωκαίδεκα εἰς ἐπῶν ὀκτακισχιλίων τὸν ἀριθμόν, καὶ προνόμια ἄλλων χίλια…
char LCS 45 (40.5%) word LCS 9 (45.0%)
Show overlap highlight
…ν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. Τὰ εἰς 'τος' κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ 'η' μονογενῆ βαρύνονται, Ἄρητος, Λάμητος ποταμὸς πρὸς Κρότωνι, ἀφ´ οὗ Λαμητῖνοι πόλις. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». Μέλητος ὄνομα κύριον, βύνητος εἶδος ἱματίου παρ´ Αἰγυπτίοις. Μάσητος πόλις Ἀργείων, ἣ καὶ Μάσης. Μίλητος πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δί…
Λαμητῖνοι, πόλις [Ἰταλίας], ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι”. ὁ πολίτης Λαμητῖνος.