Prosodia Catholica (Herodian)

Passage 1.22
← Index
1.22
Discusses accentuation and inflection of Greek place-names and ethnics in endings -αυων, -υων, -βων, with examples and citations (Ktesias, Thucydides, Hesiod, Hecataeus, Strabo).
Ἀλκμαίων, Ἀνταίων, ἀφ´ οὗ Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνως, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυσαίων, ἰσαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνός, τὸ δὲ ...... ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν. * Τὰ εἰς 'αυων' βαρύνεται, Χαύων χώρα τῆς Μηδίας· Κτησίας ἐν πρώτῳ Περσικῶν «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. * Τὰ εἰς 'υων' δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυδίδης δὲ τρίτῃ ( 101) Μυονέας αὐτούς φησι. Τὰ εἰς 'υων' ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ 'ω', μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πόλις Λιβύης. Ἑκαταῖος. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ 'ω' εἰς 'ο' ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών. Τὰ εἰς 'βων' δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ οἷον στίλβων, Στίβων, τρίβων, Στράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ (p. 181), Σίρβων
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 254 (100.0%) word LCS 43 (100.0%)
Show overlap highlight
…ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ 'ω', μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πό…
Ἡμίκυνες, ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. [Σιμμίας] ἐν Ἀπόλλωνι Ἡμικύνων τ´ ἐνόησα [γένος] περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐυστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ´ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος.
char LCS 117 (88.0%) word LCS 24 (88.9%)
Show overlap highlight
…ν, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυσαίων, ἰσαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνός, τὸ δὲ ...... ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν. * Τὰ εἰς 'αυων' βαρύνεται, Χαύων χώρα τῆς Μηδίας· Κτησίας ἐν πρώτῳ Περσικῶν «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. * Τὰ εἰς 'υων' δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυδίδης δὲ τρ…
Χαύων, χώρα τῆς Μηδίας. Κτησίας ἐν πρώτῳ Περσικῶν “ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας”. τὸ ἐθνικὸν Χαύονες.
char LCS 43 (23.2%) word LCS 7 (22.6%)
Show overlap highlight
… Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών. Τὰ εἰς 'βων' δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ οἷον στίλβων, Στίβων, τρίβων, Στράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ (p. 181), Σίρβων
Νάρβων, ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ. Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησι. τὸ ἐθνικὸν Ναρβωνίτης ὡς Ἀσκαλωνίτης. ἔστι καὶ λίμνη Ναρβωνῖτις, ὡς Ἀσκαλωνῖτις. καὶ ποταμὸς Ἄταξ. Ἑκαταῖος καὶ Ναρβαίους αὐτούς φησι.
char LCS 25 (33.3%) word LCS 6 (40.0%)
Show overlap highlight
…αμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. * Τὰ εἰς 'υων' δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυδίδης δὲ τρίτῃ ( 101) Μυονέας αὐτούς φησι. Τὰ εἰς 'υων' ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν…
Μύων, πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ. οἱ πολῖται Μύονες. λέγονται καὶ Μυονεῖς, ὡς Θουκυδίδης τρίτῃ.