ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός, λαλητός ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ 'α'. Τὰ εἰς 'τος' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ 'η' ἁπλᾶ τριγενῆ ὀξύνεται, δωρητός, ἀσκητός, κοσμητός, ἀγαπητός, ὠνητός, ποτητός, ἀρητός, μισητός, ᾧ ὁμοτονεῖ Μισητός πόλις Μακεδονίας, νοητός, παραρρητός, παραμυθητός. τὸ δὲ ἄρρητος, ἄκλητος, ἄκμητος σύνθετα προπαροξύνονται. οὕτως καὶ τὸ ἄητος ὁ ἀκατάπαυστος «θάρσος ἄητον ἔχουσα» (Φ 395). ἔστι γὰρ σύνθετον, ὥς φησι Φιλόξενος, παρὰ τὸ ἐτός ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς οὐκ ἐτός ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. * Τὰ εἰς 'ττος' ὑπὲρ δύο συλλαβὰς τῷ 'η' παραληγόμενα κύρια ὀξύνεται, Γαργηττός πόλις καὶ δῆμος Αἰγηΐδος φυλῆς, Ὑμηττός ὄρος τῆς Ἀττικῆς—τὸ 'υ' μακρὸν καὶ βραχύ. Λυκαβηττός. Συπαληττός δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὑηττός κώμη Βοιωτίας. ὠνόμασται δ´ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττόν ἐκάλεσαν. Τὰ εἰς 'τος' ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ 'ι' μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτος, Νήριτος ἢ Νήριτον ὄρος, Λήϊτος, Φώκριτος, Ἄγχιτος, Ἀφρόδιτος. τὰ δὲ θηλυκὰ ὀξύνεται ἁμαξιτός· ἔστι καὶ πολίχνιον Τρῳάδος. Στράβων ιγʹ (p. 612). ἀτραπιτός, Λυχνιτός ἡ λίμνη Ἰλλυρίας θηλυκῶς καὶ ἡ πόλις ἀρσενικῶς. τινὲς δὲ διὰ τοῦ 'δ' γράφουσιν. τὸ δὲ θεριτός τὸ θεριζόμενον, θέριτος δὲ ὁ καιρός. Τὰ εἰς 'τος' τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ο'
Pending translation