Prosodia Catholica (Herodian)

Passage 1.225
← Index
1.225
No summary yet
ὀρνέου, ζόφος, δνόφος, γνόφος, γρῖφος, ψῆφος. τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ 'υ' βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ 'κυ' μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραιβοῦ, ἀφ´ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— «Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας» (Il. Β 748)— βραχὺ ἔχον τὸ 'υ' παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ 'λ' ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς 'φος' ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκάλαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλεφος Τάρχωνος πατήρ, Αἴγης καὶ Τεύθραντος υἱός, ἄργυφος ὁ λευκός, κόσσυφος, Κόττυφος, Σίσυφος, κόρυφος, Κίνυφος ὁ ποταμός. τὸ δὲ ἀδελφός ὀξύνεται καὶ ἴσως ὡς τριγενές. τὰ γὰρ λοιπὰ μονογενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφος, ὑποδηματορράφος καὶ ἱπποτρόφος. Τὰ εἰς 'χος' δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχος καὶ Κόλχος, βρόγχος, μόσχος καὶ Μόσχος ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ. κόγχος, τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι ὡς παρ´ Εὐριπίδῃ ἐν Μηδείᾳ ( 46)
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 59 (8.5%) word LCS 11 (7.9%)
Show overlap highlight
… κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς 'φος' ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκάλαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλεφος Τάρχωνος πατήρ, Αἴγης καὶ Τε…
…καὶ Σκιρωνίδες πέτραι ἀπὸ Σκίρωνος. ἢ οὗτος μὲν ἀπὸ τόπου, ὁ τόπος δὲ ἀπὸ Σκίρου ἥρωος. ἐν δὲ τῷ τόπῳ τούτῳ αἱ πόρναι ἐκαθέζοντο. ἴσως δὲ καὶ τὸ σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον εἰς ὃν οἱ κυβευταὶ συνίασι. καὶ ὁ σκιροφόρος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων. Σκίρα δὲ κέκληται, τινὲς μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, ἄλλοι δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ κέκληται. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον. βαρύνεται δέ· τὰ γὰρ εἰς « ρον » λήγ…
char LCS 53 (14.9%) word LCS 8 (12.3%)
Show overlap highlight
…νεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ 'λ' ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς 'φος' ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν π…
…τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι, ἔνθα τὸ ἄδυτον ἐκ Πεντελησίων κατεσκεύασται λίθων, ἔργον Ἀγαμήδους καὶ Τροφωνίου. ἔστι καὶ Δελφοῦσσα τοῦ τόπου κρήνη. τὸ ἐθνικὸν ὁμωνύμως τῇ πόλει. τὸ θηλυκὸν Δελφίς. καὶ κτητικὸν Δελφικός. ἐκλήθησαν δὲ Δελφοί ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς· καὶ ἵδρυται Ἀπόλλωνι ἱερόν. ἔστι καὶ Δελφουσία πόλις Ἀρκαδίας, ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. τὸ ἐθνικὸν Δελφουσιάτης τῷ τύπῳ τῆς χώρας.
char LCS 38 (76.0%) word LCS 6 (75.0%)
Show overlap highlight
…τα παροξύνεται, πορφυροβάφος, ὑποδηματορράφος καὶ ἱπποτρόφος. Τὰ εἰς 'χος' δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχος καὶ Κόλχος, βρόγχος, μόσχος καὶ Μόσχος ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ. κόγχος, τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι ὡς παρ´ Εὐριπίδῃ ἐν Μηδείᾳ ( 46)
Μόσχοι, Κόλχων ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ.
char LCS 35 (18.4%) word LCS 9 (22.0%)
Show overlap highlight
… βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ 'κυ' μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραιβοῦ, ἀφ´ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— «Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας» (Il. Β  748)— βραχὺ ἔχον τὸ 'υ' παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ 'λ' ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ …
Κύφος, πόλις Περραιβίας. “Γουνεὺς δ´ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας”. ἀπὸ Κύφου τοῦ παιδὸς Περραιβοῦ τοῦ π... δύο δ´ εἰσὶ Κύφοι, ἡ μὲν Περραιβίας ἡ δὲ Θετταλίας. καὶ ποταμὸς Κύφος· ὁ πολίτης Κυφαῖος. Λυκόφρων “ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην”.