ἀλλ´ οἷδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν. τροχός δὲ ὁ κύκλος, βρόχος, ἦχος, Τρῆχος ὄνομα κύριον, στίχος, τύχος, τοῖχος, βρῦχος ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. σεσημείωται τὸ μυχός ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχός, πτωχός, ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς 'χος' ὑπερδισύλλαβα προπαροξύνεται, στόμαχος, βάτραχος, Βώταχος. Νικόλαος εʹ «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφ´ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη». Ἴναχος ὁ ποταμός, Σήμαχος, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ´ οὗ Σημαχίδαι δῆμος Ἀττικῆς. Σωτήριχος, μείλιχος, Ἰάμβλιχος, τάριχος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοιοῦτον πλύνω». Κλέοχος, Τάοχος ἔθνος ἐνδοτέρω τοῦ Πόντου. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησίν. Ἀμφίλοχος ὁ Ἀμφιαράου, ἀφ´ οὗ Ἀμφίλοχοι πόλις Ἀκαρνανίας καὶ οἱ πολῖται ὁμοφώνως, Γόρδοχος ἔθνος Περσικὸν ὃ καὶ Γορδιαῖος καὶ Γόρδος καλεῖται. ἥσυχος, βότρυχος, βόστρυχος, Μόρυχος, Μόνυχος, ἀφ´ οὗ Μουνυχία, Μόλορχος, ἀφ´ οὗ Μολορχία πόλις Νεμέας. Ὀξύρυγχος πόλις Αἰγύπτου τιμῶσα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχος τὸ ὄσπριον, δολιχός δὲ ὁ μακρός. τὸ δὲ μοναχός ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχός ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ (p. 495), τὸ δὲ Καρδοῦχος προπερισπᾶται. ἔστι δὲ ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ ( 5, 15) «ἐς Καρδούχους ἄγοι. τούτους δ´ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν». καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν. Τὰ εἰς 'ψος' δισύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψος, γύψος, Τίψος ἡ πόλις, Μίψος τὸ ἔθνος, θάψος εἶδος ξύλου, Θάψος πόλις Λιβύης Στράβων ἑπτακαιδεκάτῳ (p. 831). ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης ( 6, 97). Λάμψος παῖς Κοδρίδου καὶ ἀπ´ αὐτοῦ μοῖρα τῆς Κλαζομενίων χώρας, ὡς Ἔφορος
Pending translation