Prosodia Catholica (Herodian)

Passage 1.227
← Index
1.227
No summary yet
τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ 'ψ' ἔχοντα 'μ' ὀξύνεται, κομψός, γαμψός. Τὰ εἰς 'ψος' ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατ´ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Τὰ εἰς 'ος' λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγεθος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφός, πεποιηκός, γεγραφός, ὥσπερ καὶ αἱ ἀρσενικαί. {1ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΣΥΝΤΙΘΕΜΕΝΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ θʹ. Περὶ τῶν εἰς 'ος'.}1 Τὰ ἀπὸ τῶν εἰς 'ος' προπαροξυτόνων σύνθετα προπαροξύνεται, φιλαλέξανδρος, φιλάνθρωπος, εὐστέφανος. Τὰ ἀπὸ τῶν εἰς 'ος' δισυλλάβων παροξυτόνων προπαροξύνεται, νόος Ἀλκίνοος, πόντος Ἑλλήσποντος ὁ κόλπος καὶ ἡ χώρα ἡ παρακειμένη
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 90 (59.2%) word LCS 17 (68.0%)
Show overlap highlight
…βοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Τὰ εἰς 'ος' λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, …
Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. τὸ ἐθνικὸν Τακομψίτης, ὡς Κάνωβος Κανωβίτης, Πεντάσχοινος Πεντασχοινίτης.
char LCS 74 (27.5%) word LCS 16 (32.0%)
Show overlap highlight
…ὄνομα καὶ κύριον. τίθεται καὶ κατ´ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος…
Γαληψός, πόλις Θρᾴκης καὶ Παιόνων, Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ ἑτέραν λέγει “καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη”. [ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης.] τὰ δὲ εἰς « ψος » ὑπερδισύλλαβα ὀξύνεται, σκινδαψός (ὀργάνου ὄνομα καὶ κύριον, τίθεται καὶ κατ´ οὐδενὸς ὡς τὸ τραγέλαφος) χεραψός Λυκαψός. ὁ πολίτης Γαλήψιος.
char LCS 43 (9.8%) word LCS 8 (9.8%)
Show overlap highlight
… Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθι…
Αἴδηψος, πόλις Εὐβοίας. Στράβων ἐνάτῳ “κεῖται δὲ κατὰ Αἴδηψον τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους”. ἦν δὲ καὶ σιδηρᾶ καὶ χαλκᾶ μέταλλα κατὰ Εὔβοιαν. Καλλίμαχος “δέδαεν δὲ λαχαινέμεν ἔργα σιδήρου”. οἱ γὰρ Εὐβοεῖς σιδηρουργοὶ [καὶ] χαλκεῖς ἄριστοι. Ἐπαφρόδιτος δὲ μαρ…
char LCS 39 (52.7%) word LCS 6 (50.0%)
Show overlap highlight
τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ 'ψ' ἔχοντα 'μ' ὀξύνεται, κομψός, γαμψός. Τὰ εἰς 'ψος' ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατ´ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώ…
Λυκαψός, κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ. τὸ ἐθνικὸν Λυκάψιος, ὡς Αἰδήψιος Γαλήψιος.
char LCS 32 (64.0%) word LCS 5 (62.5%)
Show overlap highlight
… ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Τὰ εἰς 'ος' λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται…
Λαδεψοί καὶ Τρανιψοί, ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν.