ἀπὸ Ἕλλης. πόρος Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡς Φίλων καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ γράφει ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ´ ἐπώνυμος κεκλήσεται. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. ὅρμος Πάνορμος πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος· ἔστι καὶ λιμὴν Κυζίκου· φίλος Δίφιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συνθέσει προπαροξύνονται, ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, πλησίος παραπλήσιος, αἰόλος παναίολος. τὸ δὲ «κορυθαιόλος Ἕκτωρ» (e. g. Γ 83) οὐκ ἀπὸ ὀνόματος, ἀλλ´ ἀπὸ ῥήματος. τὸ μέντοι ἱπποβουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ 'εν'. Τὰ ἀπὸ τῶν εἰς 'ος' δισυλλάβων προπερισπωμένων προπαροξύνεται, ζῆλος ἀρίζηλος, δοῦλος σύνδουλος, δοῦπος ἐρίγδουπος. σεσημείωται τὸ οἰκουρός καὶ κηπουρός. ἔτι τὰ ὑπερδισύλλαβα Ῥωμαῖος φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος. Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητός ἄδμητος, κτητός δορίκτητος, κακός ἄκακος, σοφός ἄσοφος, ποιητός δημοποίητος, ἐλατός δημήλατος. Αἰσχύλος Ἱκετίσιν (v. 614) «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατός δημιόπρατος. Ἀριστοφάνης Ἱππεῦσιν (v. 103) «ἐπίπαστα λείξας δημιόπραθ´ ὁ βάσκανος». βοτός ἱππόβοτος, φατός Ἀρηΐφατος «αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι» (Τ 31), βατός ἄμβατος. «ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις» (Ζ 434). χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις ὡς τὸ βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγός γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. εἰ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίστασιν, ὅτι πάθος ἐστίν. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός.
Pending translation