Prosodia Catholica (Herodian)

Passage 1.229
← Index
1.229
No summary yet
Τὰ δὲ παρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τῆς ἐπί καὶ τοῦ λεκτός. ἀνεκτός ὀξύνεται «ἦ δὴ λοίγια ἔργα τάδ´ ἔσσεται οὐκέτ´ ἀνεκτά» (Il. Α 573). διαμετρητός ἐστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον» (Γ 315). ὑγιῶς ἄρα τὸ «διαμετρητῷ» (Il. Γ 344). Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτως ἔχει ἡ παράδοσις. οὕτω καὶ τὸ ἐπαινετός ὀξύνεται, ὅτι ἀπὸ ῥήματος συνθέτου γέγονε, τὸ δὲ ἐξαίρετος βαρύνεται. τὸ δὲ «ἄφαρ δ´ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισι» (Od. λ 274) προπαροξυτόνως, περιττῆς οὔσης τῆς ἀνά ἀντὶ τοῦ πυστά ἐξηκουστά. —τὸ δὲ ἰατρός φιλίατρος ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρός καὶ ἱππιατρός φυλάττει. τὸ δὲ κλειτός καὶ κλυτός εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβήν, φυλάσσει τὴν ὀξεῖαν τάσιν οἷον κλειτός ἀγακλειτός, κλυτός περικλυτός, ἀγακλυτός. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται, πρόκλυτος «πρόκλυτ´ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων» (Υ 204), ὀνομάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ 'α' τῆς ναυσί δοτικῆς. κατ´ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ 'η' λέγεται ἢ διὰ τοῦ 'ε', ἐν δὲ συνθέσει διὰ τοῦ 'α', Ναυσικάα, Ναυσίθοος. τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλε προπαροξύνεσθαι ὡς μετὰ πτωτικοῦ συντεθὲν καὶ ἀναβιβάσαν τὸν τόνον. Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ 'ῳ' διφθόγγῳ παραλήγονται, ὀξύνεται, τραγῳδός, κωμῳδός, μελῳδός· εἰ δὲ τῇ 'οι' διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέσσαρας συλλαβὰς ὦσι, προπαροξύνεται, λιγυάοιδος, ὑπεράοιδος· εἰ δὲ τέσσαρες, ὁμοίως, ὑμνάοιδος, ἐπάοιδος, λυράοιδος. τὰ δ´ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός. Ὅσα ἀπὸ γενικῆς εἰς 'ος' συντίθενται, προπαροξύνεται, πλὴν τῶν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.