Discussion of place-names and accentuation/declension patterns for words ending in -βών and -γων with examples and related forms.
λίμνη πλησίον τοῦ Κασίου. τὸ δὲ βουβών, ὅπερ τινές φασι βομβών, μέρος σώματος δηλοῖ. Μένανδρος ἐν τῷ Γεωργῷ (Mein. fr. Com. p. 886 ed. min.) Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. ἔστι καὶ Βουβών πόλις Λυκίας. «Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους». Τὰ εἰς 'βων' ὑπερδισύλλαβα ὀξύνεται, Ἀλαβών πόλις Σικελίας καὶ ποταμὸς ὡς Δημήτριος ἐν συνωνύμοις. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περισπᾶται. Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν. Τὰ εἰς 'γων' δισύλλαβα ἀρσενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ 'ο' κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βασιλεύς, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡς περιεκτικά. τὸ δὲ Ὀργών νῆσος πλησίον Τυρρηνίας ὡς τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ σταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ 'ο' κλίνεται. Τὰ εἰς 'γων' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν ὅσα φυλάττει τὸ 'ω' κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ 'ντ' κλίνεται,
Pending translation