παρὰ τὸ 'ωπος' οἷον στενωπός. πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος, τρίμηνος, πατρός Ἀντίπατρος, χάριτος ἀχάριτος, θέμιτος ἀθέμιτος. ὡσαύτως καὶ βριήπυος. ἐγένετο δὲ οὕτως. ἦπυς ὡς γῆρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. Τὰ εἰς 'ος' συντεθειμένα ἀπὸ τῶν εἰς 'α' καὶ εἰς 'η' προπαροξύνεται, ἑστία ἐφέστιος, σκιά εὔσκιος, μοῦσα φιλόμουσος, χρεία ἄχρειος τὸ κοινόν, ἀχρεῖος δὲ τὸ Ἀττικὸν ὡς ἀστεῖος, ἀνδρεῖος, Ἀργεῖος, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύμορφος, μάχη ναύμαχος «ναύμαχον δόρυ», κόμη ἱππόκομος «ἱππόκομον πήληκα» (Π 797), κυπαρισσόκομος, καλλίκομος, οὐλόκομος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμος καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθησε τῷ μαδαρός καὶ πλαδαρός ὁ ἀσθενής. τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή. Τὰ εἰς 'ος' σύνθετα ἀπὸ τῶν εἰς 'ον' οὐδετέρων ἢ εἰς 'ος' ἢ 'α' προπαροξύνεται, δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξιφος, ὄνομα ἐπώνυμος, διώνυμος. Τὰ εἰς 'ος' συντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται,
Pending translation