ἐλεφαντουργός, αὐτουργός, ὀβριμοεργός, λειτουργός, παντουργός, πλαστουργός, δημουργός. τὸ μέντοι κακοῦργος βαρύνεται ὁμοίως καὶ τὸ ἑκάεργος, περίεργος, πολύεργος, πάρεργος. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργος, Φιλοῦργος. τὰ δὲ ἐθνικὰ ὀξύνεται οἷον Σιαγαθουργός. {1Περὶ τῶν παρὰ ῥῆμα συντεθειμένων.}1 Τὰ παρὰ τὸ βόσκω ὀξύνονται, πορνοβοσκός, ὑοβοσκός, χηνοβοσκός. Ὅσα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγαμουλκός, ἀμολγός, ματιολοιχός, τραπεζολοιχός. Τὰ παρὰ τὸ ἄγω καὶ πήσσω ὀξύνεται, φορτηγός, στρατηγός, κυνηγός, δημαγωγός, νυμφαγωγός, μυσταγωγός, προαγωγός, ναυπηγός. Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιός, ἐποποιός. Ἔτι τὰ παρὰ φέρβω καὶ ἀσκῶ, ἱπποφορβός, φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους βαρύνουσι καὶ τὸ Εὔφορβος κύριον. Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνεται, Ἱππόδαμος, Δηΐφοβος, Λαόγονος, Λαόδοκος. Βούνομος· οὕτως ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. τὸ μέντοι ξεινοδόκος οὐ κύριον. Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, λωτοφόρος. τὸ μέντοι ἄφορος, δίφορος ἀπὸ τοῦ φορά.
Pending translation