Prosodia Catholica (Herodian)

Passage 1.232
← Index
1.232
No summary yet
Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολος, Ὑπέρβολος, ἀμφίβολος, πρόβολος. τὸ δὲ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν. καὶ χωρὶς τῶν ἀπὸ κλειτός καὶ κλυτός, τὸ γὰρ περικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργός, συνεργός. Τὰ παρὰ τὸ βάλλειν σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, λιθοβόλος ὁ βάλλων λίθους, λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλλόμενος, ὡς παρὰ Εὐριπίδῃ ἐν Φοινίσσαις ( 1069) «λιθόβολον εἷμα κατειργάσω». τὸ δὲ πρόβολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων. Τὰ παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, ἱπποπόλος, οἰωνοπόλος, δικασπόλος, ὀνειροπόλος, θυηπόλος, μυροπόλος, αἰπόλος. τὸ δὲ ἀμφίπολος, πρόπολος ἐκ προθέσεως. Τὰ παρὰ τὸ σκοπῶ σύνθετα μὴ ἐκ προθέσεως παροξύνεται, ὀρνιθοσκόπος, οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος, κατάσκοπος ἀπὸ προθέσεων «ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον» (Il. Κ 38). Νικίας ἀναστρέφει τὴν ἐπί, ἵν´ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν, χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει «δμωάων σκοπός ἐσσι» (Od. χ 396) «καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων» (Od. θ 163). Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται, λεοντομάχος, μονομάχος χωρὶς τοῦ ἀγχέμαχος. τὸ δὲ πρόμαχος καὶ σύμμαχος ἐκ προθέσεων. Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέσεως σύνθετα προπαροξύνεται, συνήγορος, κατήγορος, παρήγορος. δημηγόρος δὲ παροξύνεται. οὐ γὰρ ἀπὸ προθέσεως.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.