Prosodia Catholica (Herodian)

Passage 1.233
← Index
1.233
No summary yet
Ἔτι τὰ παρὰ τὸ χέω σύνθετα παροξύνεται, χρυσοχόος, οἰνοχόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως. Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πολύστροφος, πολύκαρπος, πολύφιλος, πολύμηλος, Πολύϊδος, πολύολβος, Πολύφημος, πολύζυγος, πολύλαλος. τὸ δὲ μογιλάλος παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. σεσημείωται τὸ πολυφάγος. ἐξηκολούθησε γὰρ ἑτέρῳ κανόνι. Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει συντεθειμένα παροξύνεται, ἀρτοφάγος, μονοφάγος, παμφάγος, ποηφάγος, ἀδδηφάγος, ὠμοφάγος, σαρκοφάγος· οὕτω καὶ πολυφάγος. ὡσαύτως καὶ τὰ ἐθνικὰ Μελινοφάγος ἔθνος Θρᾴκης καὶ Φθειροφάγος. Ὅσα τὸ εὖ μόριον κατ´ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκος, εὔτονος, εὔμολπος, εὐποίητος «βοῶν τ´ εὐποιητάων» (Il. Π 636). τὸ εὖ κρεῖττόν ἐστιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν «εὐποιήτῃσι πύλῃσι» (Il. Ε 466) ἢ κατ´ ἰδίαν προφέρεσθαι. Εὔμαιος, εὔσκοπος, εὔξοος χωρὶς τῶν παρὰ τὸ ἔργον εὐεργός. οἷ τε κατ´ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κ´ εὐεργὸς ἔῃσιν (Od. λ 433). Ὅσα ἀπὸ τοῦ 'α' στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται, ἄτολμος, ἄτομος, ἄστοργος. Ὅσα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονος, φιλόσοφος, φιλόλογος. Τὰ παρὰ τὸ λέγω χωρὶς τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιολόγος, φυσιολόγος, τερατολόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ λόγος καὶ τὸ φιλῶ. Τὰ παρὰ τὸ 'δυσ' καὶ 'ζα' μόρια προπαροξύνεται, δύσμορφος, δύστηνος, ζάπλουτος, ζάκοτος, ζάθεος, ζάφελος, τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ 'λως' ἐπιρρήματα παραληγόμενα τῷ 'ε' ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς ξυνέδραμε. Τὰ παρὰ τὸ ὠκύς προπαροξύνεται, ὠκύμορος, ὠκύπορος· τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.