Prosodia Catholica (Herodian)

Passage 1.234
← Index
1.234
No summary yet
δὲ ποντοπόρος παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύς. σεσημείωται τὸ ὠκυμάχος. Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύς, εὐρύπορος. Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ 'ναυ', προπαροξύνεται, ναύαρχος, ναύκληρος, ναύλοχος. τὸ δὲ ναυπηγός, ναυηγός ὀξύνεται. Ὅσα παρὰ ἐπίρρημα συντίθεται, προπαροξύνεται, ὀψίφυγος, ὀψίτυχος, ὀψιτέλεστος, ἀγχίμολος, ἀγχέμαχος. τὸ δὲ περικλυτός ἀπὸ τῆς περί. Ὅσα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό σύνθετα, προπαροξύνεται, παλίμβολος, παλίγκοτος, ἀγάννιφος, ἀγάστονος, αὐτόμαχος, αὐτοδίδακτος. Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοος, ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω. Τὰ παρὰ τὸ ἔχω συγκείμενα ὀνόματα, εἰ μὲν τῷ 'ο' παραλήγεται, προπαροξύνεται, αἰγίοχος, ἡνίοχος· ἔστι δὲ καὶ ἔθνος παρὰ τῷ Καυκάσῳ. Στράβων ἑνδεκάτῃ (p. 496). ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ 'ου' διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦχος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι». σκηπτοῦχος, ὀφιοῦχος. Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος, πορθῶ πτολίπορθος. τὰ παρὰ τὸ εἰς 'ις' ἐπίρρημα ἀριθμοῦ συντεθειμένα προπαροξύνεται, δίφορος, τρίφορος, τρίπολος, μεθ´ ὧν καὶ τετράφορος. Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱστοριογράφος, βιβλιογράφος. τὸ δὲ παράγραφος τὸ σημεῖον τὸ ἐν τοῖς μέτροις τιθέμενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ. Τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 38 (4.8%) word LCS 5 (3.3%)
Show overlap highlight
…σῳ. Στράβων ἑνδεκάτῃ (p. 496). ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ 'ου' διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦχος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι». σκηπτοῦχος, ὀφιοῦχος. Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσ…
…ναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ « ω ». ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος “ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον”. τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι “ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον”. [καί] “ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι”. δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.