Λίβυ, Πόλτυς, ἀφ´ οὗ Πολτυμβρία ἡ Πόλτυος πόλις, Σῆλυς, ἀφ´ οὗ Σηλυμβρία, Ζῆλυς ὁ ποταμός. Βίθυς ὁ Ἄρεος καὶ Σίντης, ἀφ´ οὗ Βιθύαι ἔθνος Θρᾴκης, Βλέμυς ἔθνος βαρβαρικὸν Λιβύης ἀπὸ Βλέμυος. Φλέγυς ἔθνος, ὃ καὶ Φλεγύας ἢ Φλεγύης, Γόρδυς Τριπτολέμου παῖς, ἀφ´ οὗ Γορδυαία χώρα Περσική, Γόρτυς ἥρως, ἀφ´ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχίσου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ 'ι' τούτους φησί. Μίλυς ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς, Φόρκυς, μάρτυς, ὃ ἡ τῶν Αἰολέων διάλεκτος διὰ τοῦ 'ρ' προφέρει. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη ἀλόγως. οὐδὲν γὰρ εἰς 'υς' λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. προσέθηκα δὲ μὴ ὑποκοριστικὴν ἔννοιαν διὰ τὸ ἀπφῦς. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, τῶν ἄλλων εἰς 'υς' ληγόντων οὐχ οὕτως ἐχόντων, πρόσκειται τῷ κανόνι ἀρσενικὸν διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ στάχυς, βότρυς. ἀλλ´ ἐξωμοιώθη τοῖς μονοσυλλάβοις εἰς 'υς' τῷ μῦς καὶ σῦς. τὸ δὲ Γηλύς ἔθνος Παρθίας ὀξυνόμενον σημειῶδες. τὰ γὰρ εἰς 'λυς' λήγοντα καθαρὸν ἔχοντα τὸ 'υ' συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς «φόλυες κύνες» παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, μόλυς. σημειώδη ἄρα τὸ πολύς κοινὸν καὶ τὸ Γηλύς ἀπεξενωμένον. πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ 'υ' διὰ τὸ ἰλύς.
Pending translation