Prosodia Catholica (Herodian)

Passage 1.237
← Index
1.237
No summary yet
Τὰ εἰς 'υς' ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ 'ε' κλινόμενα τριγενῆ δισύλλαβα ὄντα ὀξύνεται, ἠΰς, ἡδύς, ταχύς, βραδύς, ὠκύς, πολύς «πολέων κεκορήμεθ´ ἀέθλων» (ψ 350). τὸ δὲ ἥμισυς προπαροξύνεται. οὐ γὰρ δισύλλαβον. καὶ τὸ θῆλυς προπερισπᾶται «θῆλυς ἐέρση» (Od. ε 467). «Ἥρη θῆλυς ἐοῦσα» (Il. Τ 97)· οὐ γὰρ τριγενές· οὐ δύναται γὰρ εἶναι ἀρσενικὸν τὸ τῆς τῶν γυναικῶν φύσεως κατηγοροῦν. καὶ τὸ πρέσβυς βαρύτονον. μονογενὲς ὄν. καὶ τὸ Λίβυς. διὰ γὰρ τοῦ 'υ' κλίνεται. Πᾶν εἰς 'υς' λῆγον σύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυς, νέηλυς, πολύδακρυς, μελάνοφρυς. Τὰ εἰς 'υς' ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. ἔστι δὲ ὄνομα βασιλέως, ὄλολυς, ἄσταχυς. σεσημείωται τὸ ἐλαχύς ὁ ἐλάχιστος ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰς 'υς' ἔχοντα οὐδετέρου παρασχηματισμὸν παραληγόμενα τῷ 'α' ὀξύνονται οἷον βραδύς, ταχύς, πραΰς. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάσιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο «νῆσος ἔπειτ´ ἐλάχεια» (Od. ι 116). Τὰ εἰς 'υς' θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ 'υ' καὶ διὰ τοῦ 'δος' κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ μέντοι μὴ διὰ τοῦ 'δος' κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 72 (53.7%) word LCS 16 (61.5%)
Show overlap highlight
…τὰ μέντοι μὴ διὰ τοῦ 'δος' κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων.
Ἐγχελεῖς, ἔθνος Ἰλλύριον, ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. λέγεται καὶ Ἐγχελίς θηλυκῶς. οἱ οἰκοῦντες Ἐγχελεῖς.
char LCS 64 (69.6%) word LCS 11 (68.8%)
Show overlap highlight
…κῷ ἀνεδέξατο «νῆσος ἔπειτ´ ἐλάχεια» (Od. ι  116). Τὰ εἰς 'υς' θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ 'υ' καὶ διὰ τοῦ 'δος' κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ μέντοι μὴ διὰ τοῦ 'δος' κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρ…
Καινύς, νῆσος πλησίον Πελωριάδος, τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. ἔστι καὶ πόλις Ἰταλίας Καινύσιον.
char LCS 41 (56.9%) word LCS 6 (50.0%)
Show overlap highlight
…χελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων.
Κῶβρυς, πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. τὸ ἐθνικὸν Κωβρύτης, ὡς Αἶγυς Αἰγύτης.
char LCS 41 (45.1%) word LCS 6 (37.5%)
Show overlap highlight
… λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων.
Μῶλυς, Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. τὸ ἐθνικὸν Μωλύτης τῷ τύπῳ τῶν Λιβυσσῶν πόλεων καὶ Μωλυάτης.