Πάτρασυς πόλις Ποντικὴ ὡς Ἑκαταῖος Ἀσίᾳ. Πίναμυς πόλις Αἰγύπτου. Τὰ εἰς 'υς' πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ 'υ' προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς καὶ Λεύκοφρυς· οὕτω γὰρ ἐκαλεῖτο ἡ Τένεδος, κάλλιχθυς, δίβραχυς, ἀρσενόθηλυς, δίπηχυς, ἔπηλυς, νέηλυς. Τὰ εἰς 'υς' θηλυκὰ ἐκτείνοντα τὸ 'υ' ὀξύνεται, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, κλιτύς, ἀλητύς, ῥυστακύς, ἀγλύς σημειῶδες κατὰ κλίσιν· διὰ γὰρ τοῦ 'θος' ἐκλίθη, οὐ διὰ καθαροῦ τοῦ 'ος'. τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται ὡς παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺς ἐκείνη» καὶ παρ´ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ ( 356) «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡς αὐτὸς λέγει». σεσημείωται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ὀσφῦς ἡ ῥάχις περισπώμενα. Τὰ εἰς 'υς' ὑποκοριστικὰ περισπῶνται, καμμῦς, κλαυσῦς, λαρδῦς, Διονῦς, ἀπφῦς. Εὑρίσκεται οὖν τὰ εἰς 'υς' ὑπὲρ μίαν συλλαβὴν περισπώμενα ὑποκοριστικὰ πάντα πλὴν τοῦ ὀσφῦς καὶ ὀφρῦς καὶ ἰχθῦς. τὸ δὲ ἰξύς, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡς περισπώμενον ἀλόγως ὥσπερ τὸ δρῦς καὶ μῦς καὶ σῦς, ἀλλ´ οὖν ὀξύνεται.
Pending translation