Prosodia Catholica (Herodian)

Passage 1.239
← Index
1.239
No summary yet
Τὰ εἰς 'αις' πολυσύλλαβα Αἰολικῶς λεγόμενα βαρύνεται, Ἀτρείδαις ἀντὶ τοῦ Ἀτρείδης, Ὀρέσταις, μέλαις ἀντὶ τοῦ μέλας, Θόαις, τάλαις καὶ τὰ σύνθετα ἄπαις, εὔπαις, ἀνδρόπαις, ὁμόδαις. καθόλου γὰρ ἡ 'αις' κατάληξις ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, παῖς, σταῖς, καλαῖς σοφαῖς, μεγάλαις ἀρίσταις χωρὶς τοῦ δαίς. τοῦτο γὰρ ὀξύνεται. Τὰ εἰς 'εις' πολυσύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ 'α', ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, σκιάεις ἢ τῷ 'η' ὡς φωνήεις, αὐδήεις, παχνήεις, τιμήεις, δαφνήεις, Κυπαρισσήεις πόλις Μαγνησίας. Ὅμηρος «Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον» (Β 593), φθογγήεις, τελήεις, ἀμφιγυήεις, θυήεις «βωμός τε θυήεις (Θ 48) ἢ κατὰ συστολὴν ποιητικὴν τὸ 'ε' ἠχέεις, βρωμέεις, ἢ τὸ 'ο', ὥσπερ ἀστερόεις, ἁρματόεις, ἀνεμόεις, αἱματόεις, δροσόεις, ὑδατόεις, πυρόεις, Σιμόεις, ἐρόεις, κερόεις, τειχιόεις· ἔστι δὲ καὶ ἐθνικὸν τῆς Τειχιοέσσης καὶ φρούριον πλησίον τῆς Τραχῖνος. Ταυρόεις πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ 'ω' ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώτερόν ἐστι τοῦ χαρίεις παραληγομένου τῷ 'ι'. τὸ δὲ »ὑγίεντα δ´ εἴ τις ὄλβον« (Pind. Ol. V 54) ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲς δὲ ὡς χαρίεντα. τὸ δὲ ἀντήρεις, ὃ λέγεται πᾶν, εἰς ὃ ἐρείδεταί τις, ἐστὶ θηλυκόν. γράφεται
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 48 (52.2%) word LCS 11 (55.0%)
Show overlap highlight
…αντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ 'ω' ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώτε…
Μαλόεις, Ἀπόλλων ἐν Λέσβῳ, καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ τοῦ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λεσβικῶν πρώτῳ.
char LCS 32 (20.1%) word LCS 5 (17.2%)
Show overlap highlight
…ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ 'ω' ὡς εὐρώεις, κητώεις,…
Ὀπόεις, πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, ἀπὸ Ὀπόεντος. τὸ ἐθνικὸν Ὀποείσιος Ὀποεισία. λέγεται καὶ Ὀποῦς Ὀποῦντος κατὰ κρᾶσιν. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. οἱ πολῖται Ὀπούντιοι.