Prosodia Catholica (Herodian)

Passage 1.242
← Index
1.242
No summary yet
Τὰ εἰς 'ους' πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶται, ἁπλοῦς, διπλοῦς, τριπλοῦς, πλακοῦς. Σχοινοῦς Ἀρκαδίας χωρίον. ἑλώδης ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδος παρ´ Ἕλλησιν ἀπὸ τῶν ἐν τόποις πλεοναζόντων φυτῶν οἷον Σκιλλοῦς, πόλις Τριφυλική, Τρεμιθοῦς κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃς Κύπριοι τρεμίθους καλοῦσιν. ἄλλοι δὲ φασὶν ὅτι ἀποβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένηΦοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος »εἰς Μυρικόεντα τῆς Τρωϊκῆς«. Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς πόλις Μακεδονίας καὶ Συρίας· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίως καὶ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος πόλις ἐν Παρνασσῷ, ἥν τινες καὶ Κυπαρισσοῦντά φασι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲς ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων, Ῥαμνοῦς δῆμος τῆς Αἰαντίδος φυλῆς, Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Μυρρινοῦς δῆμος τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δ´ ὁ Τρύφωνος Μυρινοῦττά φησιν. Μαραθοῦς καὶ Μαραθών, Ἀγνοῦς δῆμος τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. Ἀναγυροῦς δῆμος Ἐρεχθηΐδος φυλῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς καὶ Ἀχραδοῦς παρ´ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων »μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς«. Ὀποῦς πόλις Λοκρῶν τῶν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 92 (59.4%) word LCS 13 (59.1%)
Show overlap highlight
…ς τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων »μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς«. Ὀποῦς πόλις Λοκρῶν τῶν
Ψαμαθοῦς, πόλις Λακωνική. Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων “μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς”. τὸ ἐθνικὸν Ψαμαθούντιος καὶ Ψαμαθούσιος, ὡς Σελινούντιος καὶ Σελινούσιος.
char LCS 79 (54.9%) word LCS 15 (62.5%)
Show overlap highlight
…ι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀ…
Φοινικοῦς, πόλις Κρήτης. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Φοινικούντιος καὶ Φοινικούσιος, ὡς Σελινούντιος καὶ Σελινούσιος.
char LCS 64 (43.8%) word LCS 11 (42.3%)
Show overlap highlight
…ῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος »εἰς Μυρικόεντα τῆς Τρωϊκῆς«. Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς π…
Θριοῦς, πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας, ὅμορος Πάτραις, ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. τὸ ἐθνικὸν Θριούντιος καὶ Θριάσιος.
char LCS 62 (39.2%) word LCS 12 (42.9%)
Show overlap highlight
… Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων »μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς«. Ὀποῦς πόλις Λοκρῶν τῶν
Ἀμαθοῦς, πόλις Κύπρου ἀρχαιοτάτη, ἐν ᾗ Ἄδωνις Ὄσιρις ἐτιμᾶτο, ὃν Αἰγύπτιον ὄντα Κύπριοι καὶ Φοίνικες ἰδιοποιοῦνται. ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης.
char LCS 61 (31.4%) word LCS 12 (33.3%)
Show overlap highlight
…ελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς…
Φυκοῦς, πόλις Λιβύης. κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. ὁ πολίτης Φυκούσιος, ἐπειδὴ καὶ Φυκουσία λίμνη. εἰσὶ καὶ Φυκοῦσσαι νῆσοι Λιβύης. ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. οἱ νησιῶται Φυκουσσαῖοι ἢ Φυκούσσιοι.
char LCS 57 (58.2%) word LCS 9 (56.2%)
Show overlap highlight
…ποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος »εἰς Μυρικόεντα τῆς Τρωϊκῆς«. Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς πόλις Μακεδονίας καὶ Σ…
Μυρικοῦς, πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος “ἐς Μυρικόεντα τῆς Τρωικῆς”. οἱ πολῖται Μυρικούσιοι.
char LCS 53 (47.7%) word LCS 9 (52.9%)
Show overlap highlight
…´ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγρ…
Ἁλιμοῦς, δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. ὁ δημότης Ἁλιμούσιος. τὰ τοπικὰ Ἁλιμουντόθεν Ἁλιμοῦντάδε Ἁλιμοῦντι.
char LCS 48 (50.0%) word LCS 7 (50.0%)
Show overlap highlight
… διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίνα…
Σελινοῦς, πόλις Σικελίας, ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη. ὁ πολίτης Σελινούντιος καὶ Σελινούσιος καὶ Σελινουντία.
char LCS 45 (56.2%) word LCS 7 (53.8%)
Show overlap highlight
…ς Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος »εἰς Μυρικόεντα τῆς Τρωϊκῆς«. Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς πόλις Μακεδονίας καὶ Συρίας· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίως καὶ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος πόλις ἐν …
Οἰνοῦς, πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος. καὶ τὸ ἐθνικὸν Οἰνούντιος καὶ Οἰνουντιάς.
char LCS 34 (43.6%) word LCS 5 (41.7%)
Show overlap highlight
…ττά φησιν. Μαραθοῦς καὶ Μαραθών, Ἀγνοῦς δῆμος τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. Ἀναγυροῦς δῆμος Ἐρεχθηΐδος φυλῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς καὶ Ἀχραδοῦς παρ´ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους …
Ἀχερδοῦς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἀχερδούσιος. τὰ τοπικὰ δῆλα, Ἀχερδουντόθεν.