εὔχρους, Σκιάπους ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου, Ἰάπους ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαιδεκάτῳ. τριόδους, κυνόδους. Τὰ εἰς 'ως' ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ 'ος' βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ καὶ Ἄθωος καὶ Ἄθω. ἔστι δὲ ὄρος Θρᾴκης ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήϊκος ὑπ´ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. Τὰ εἰς 'ως' ἁπλᾶ διὰ τοῦ 'τος' κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώς, ἱδρώς, Ἀραρώς. ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους, ὑποδεδιώς· ἔστι δὲ εἶδος ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ 'τος' κλινόμενα, βαρύνεται, γέλως, ἔρως, Νέπως· ἔστι δὲ ὄνομα ὄρους. τὸ δὲ Εἵλως ἀπὸ τοῦ Ἕλως προσθέσει τοῦ 'ι'. Εἵλωτες δ´ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακὴν πόλιν Ἕλος. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους Εἵλωτας καλοῦσιν. λέγονται δὲ Εἵλωτες καὶ οἱ ἐπὶ Ταινάρῳ Σάτυροι. Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ 'τος' κλινόμενα ὀξύνεται ἀπτώς, ἀγνώς. ἔστι δὲ καὶ Ἀγνῶτες ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς 'ως' σύνθετα ἀπὸ τῶν εἰς 'ως' μονοσυλλάβων παροξύνεται, ζώς ἀείζως, χρώς λευκόχρως. τὸ μέντοι ὑποδμώς »Ποσειδάωνος ὑποδμώς« (δ 386) ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό. Τὰ εἰς 'ως' σύνθετα ἀπὸ τῶν εἰς 'ως' πολυσυλλάβων παροξύνεται, ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγελως καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται. Τὰ εἰς 'ως' Ἀττικὰ ὁμοτονοῦσι ἐκείνοις, ἀφ´ ὧν ἐσχηματίσθησαν, ναός νεώς, λαός λεώς, κάλος κάλως, Τάλος Τάλως· ἔστι δὲ ὄνομα κύριον, Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, Τυνδάρεος Τυνδάρεως,
Pending translation