τῆς Ἠπείρου. Ὅμηρος »καὶ Κροκύλει´ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν« (Β 633). εἴληφε δὲ τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσβατος. Τὰ εἰς 'υψ' βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔστι δὲ καὶ ποταμός. Χάλυψ, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ »ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται«. »τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ (Il. Β 856) αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ ‘τηλόθεν ἐκ Χαλύβης’ ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων«. καὶ Χάλυβοι παρ´ Ἑκαταίῳ »Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμορέουσι«. Ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοσυλλάβως Ῥύψ λέγεται. Εἰς 'ηψ' οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον. Τὰ εἰς 'ωψ' πολυσύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποσειδῶνος καὶ Ἕλλης τοῦ Ἀθάμαντος, ἀφ´ οὗ Ἀλμωπία χώρα τῆς Μακεδονίας, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἴωψ, μώλωψ. σεσημείωται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεσταλμένων τῶν ὑποπεπτωκότων κυρίοις ἢ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμος, κελαινώψ, τυφλώψ, γλαυκώψ »γλαυκῶπες δράκοντες«, εὐώψ »εὐῶπα παρειάν« παρὰ Σοφοκλεῖ (Antig. 530) »εὐῶπες« παρὰ Λυκόφρονι (v. 23), παραβλώψ »παραβλῶπές τ´ ὀφθαλμώ« (Il. Ι 503). τὸ δὲ ἑλίκωψ καὶ ὁ μύωψ ὁ μυὸς ὀφθαλμοὺς ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥσπερ τὸ Κύκλωψ καὶ κέρκωψ ὁ δόλιος καὶ ἴωψ ὁ ἰχθῦς.
Pending translation