* Τὰ διὰ τοῦ 'εια' παρώνυμα κατὰ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ὁ ἐν τῷ ἀέρι γεννηθείς· —τὰ γὰρ τοιαῦτα εἰς πάθη ἀναλύονται καὶ οὐκ εἰς ἐνέργειαν οἷον Λυκηγενής ὁ ἐν Λυκίᾳ γεγεννημένος—ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγένεια πόλις Μεσσηνιακή. ἱππόδασυς ἱπποδάσεια καὶ ἀμφιδάσεια· τοῦτο δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν ἀλλὰ παρασύνθετον. * Τὰ εἰς 'εια' ἐπὶ πραγματείας ἤγου�� συγγράμματος προπαροξύνεται οἷον Ὀδύσσεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διομήδεια, Δολώνεια. Ἔτι τὰ ἀπὸ τῶν εἰς 'υς' βαρυτόνων προπαροξύνεται, ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται, ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλατύς πλατεῖα. ἔστι δὲ καὶ Πλατεῖα νῆσος Λιβύης. τραχύς τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰσαυρία τραχεῖα. Στράβων τεσσαρεσκαιδεκάτῃ (p. 668) »Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάς« καὶ ἡ Ἔφεσος Τρηχεῖα ἐκαλεῖτο. ὀξύς ὀξεῖα. εἰσὶ δὲ καὶ Ὀξεῖαι νῆσοι τῶν Ἐχινάδων, ἃς θοὰς ὁ ποιητὴς εἶπεν (Od. ο 299). πλὴν τοῦ λίγεια (ἔστι δὲ καὶ νῆσος) καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς, οἷς ἠκολούθησε καὶ τὸ θάλεια
Pending translation