Discussion of place-names and ethnics (Sidon, Sardōn, various -δων forms), accentuation and morphological behavior of names ending in -δων, with examples and citations.
λέγεται κόσμος ὁ περὶ τοὺς βραχίονας, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Σιδών πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ἀλλὰ καὶ Σιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ 'ο' μόνον κλινόμενα οἷον Μυγδών, Σαρδών, ὃ τῇ Σαρδοῖ παράκειται ὡς τῇ Πυθώ Πυθών, σινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων» (Mein. p. 199 ed. min.), φλεδών, κληδών. τὸ δὲ Ἠδῶνες μεταπέπλασται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι. Τὰ εἰς 'δων' ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ 'ο' ἢ 'α' ἢ 'υ', βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων. Τὰ εἰς 'δων' ὑπερδισύλλαβα ὀξύνεται παραλήγοντα τῷ 'ι' ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλις Παιονίας «τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ´ Ἀξίου εὐρὺ ῥέοντος» (Il. 2, 849) καὶ ἥρως, Καλυδών πόλις Αἰτωλίας ἀπὸ Καλυδῶνος Ἐνδυμίωνος ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίας ὡς Στράβων ( 7 p. 330). Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡς οἱ νεώτεροι τὸ Ἄργος φασίν, κατοικῶν. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαρος, Χελιδόνας γὰρ ἀρσενικῶς τοὺς βαρβάρους Ἴων ἐν Ὀμφάλῃ φησὶν ὡς καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησίν. ἔστι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψας. Μυρμιδών. Τὰ εἰς 'δων' θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, σηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις—
Pending translation