Prosodia Catholica (Herodian)

Passage 1.251
← Index
1.251
List of Greek lexical entries and toponyms: short word-forms and numerous place-names (Gaza, Frixa, Lixa, Boryza, Mieza, etc.), brief glosses and quotations.
ῥίζα, πέζα, φύζα, σχίζα· ἔστι δὲ εἶδος ὀρνέου. Σοφοκλῆς ἐν Ναυπλίῳ πυρκαεῖ »κάτω κρέμανται, σπίζα τέτατ´ ἐν ἕρκεσι«. ἄζα, γάζα καὶ Γάζα πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον »χαμαιζήλοιο κονύζης«, εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλ´ ἀπὸ τοῦ κνύω, ἀφ´ οὗ κνύος ἡ φθορά οἷον »κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα«, γίνεται κνύζα ὡς παρὰ Ἀνακρέοντι »κνύζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην« (fr. 87 Bergk). δόξα, Φρίξα πόλις Τριφυλίας ἀπὸ Φρίξου, ἐπ´ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέψα πόλις Μακεδονίας. Τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔστι καὶ πόλις Ἀρκαδίας ἐγγὺς Τρικολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας, »τῇ δὲ λίμνῃ Δούριζα οὔνομα«. Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· »μετὰ δὲ Βόρυζα πόλις Περσέων· μετὰ δὲ Θυνιάς«. Ἀράβυζα τῆς Καυκωνίδος πόλις. Βάδιζα πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.
ῥίζα, πέζα, φύζα, σχίζα: there is also a kind of bird. Sophocles in Nauplius Pyrcaeus: “they hang down below, a σπίζα stretched out in the enclosures.” ἄζα, γάζα, and Γάζα, a city of Phoenicia, but now of Palestine, before Egypt. It was also called Ἄζα. And even to this day the Syrians call it Ἄζα, from Ἄζων, the son of Heracles. Some relate in myth that it was founded by Zeus and that in it he left his own γάζα, since thus the Persians call money. μύζα, κνύζα, which, if it is said of the plant, is a syncope, as in “of the lowly κονύζη”; but if it is said of what is corrupted and filthy, it is not a syncope, but from κνύω, from which comes κνύος, “decay,” as in “he poured it forth in decay, and the heads were stripped bare”; and thus κνύζα is formed, as in Anacreon: “I am already becoming some κνύζη and worn out through your madness” (fr. 87 Bergk). δόξα. Φρίξα, a city of Triphylia, from Phrixus, on a high mountain toward the east of the Lepreatis. Pherecydes, however, writes it as belonging to Arcadia. Λίξα, a city of Libya, as Alexander says in the first book of the Libyca, from the river Λίξος. δίψα. Κάψα, a city of the Chalcidic region in Pallene, bordering on the Thermaic Gulf. Σάμψα, a village of Arabia; and among the Arabs σάμψα is the sun. Σκέμψα, a city of Thrace. Στρέψα, a city of Macedonia. The words of more than two syllables are accented on the antepenult: ὄρυζα, τράπεζα; there is also a city of Arcadia near Tricoloni. ἀργυρόπεζα, τετράπεζα, χάλαζα. Δούριζα, a lake by the river Λίζας. Hecataeus in the Circuit of Asia: “and the lake has the name Δούριζα.” Βόρυζα, a Persian city, as Hecataeus in the Circuit of Europe: “and after that, Βόρυζα, a city of the Persians; and after that, Thynias.” Ἀράβυζα, a city of Cauconis. Βάδιζα, a city of Brettia. Polybius in the thirteenth book. Βαρύγαζα, an emporium of Gedrosia, one of the very famous. Μίεζα, daughter of Βέρητος the Macedonian, and a city of Macedonia. Κάττουζα, a city of Thrace, in which the Pygmies lived. Θελάμουζα, a fort of Arabia by the Euphrates. Τίριζα, a city of Paphlagonia. Τυρόδιζα, a city of Thrace after Serrion. Hellanicus, however, says it is Τυρόριζα in the second book of the Persica. ἅμαξα. Ἄμαξα, a place in Bithynia, as Eratosthenes says. Ἄραξα, a city of Lycia, as Alexander says in the second book of the Lyciaca. Δάραψα, a city of Bactria, as Strabo says. Βαίσαμψα, a city in the Arabian Gulf by the Red Sea, which is ‘house of the sun.’

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 77 (47.8%) word LCS 13 (44.8%)
Show overlap highlight
…ς τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν …
Τυρόδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖος ὡς Γαζαῖος. νῦν δὲ Τυροδιζηνοί λέγονται, ὡς Κρατερὸς ἐν θʹ περὶ ψηφισμάτων.
char LCS 67 (77.9%) word LCS 14 (82.4%)
Show overlap highlight
…ν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.
Βαίσαμψα, πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου. ὁ πολίτης Βαισαμψηνός.
char LCS 58 (79.5%) word LCS 10 (76.9%)
Show overlap highlight
…ρίξου, ἐπ´ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέψα πόλις Μακεδονίας. Τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔσ…
Κάψα, πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην, ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. ὁ πολίτης Καψαῖος.
char LCS 56 (57.7%) word LCS 11 (57.9%)
Show overlap highlight
…νομαι σὴν διὰ μαργοσύνην« (fr. 87 Bergk). δόξα, Φρίξα πόλις Τριφυλίας ἀπὸ Φρίξου, ἐπ´ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέ…
Λίξα, πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. τὸ ἐθνικὸν Λίξιοι Λιξίτης. καὶ Λιξᾶται παρά τισιν.
char LCS 48 (52.7%) word LCS 9 (52.9%)
Show overlap highlight
…ζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.
Ἄραξα, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. τὸ ἐθνικὸν Ἀραξεῖς, ὡς Πιναρεῖς Λιμυρεῖς καὶ Μυρεῖς.
char LCS 42 (56.8%) word LCS 6 (50.0%)
Show overlap highlight
…ή, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· »μετὰ δὲ Βόρυζα πόλις Περσέων· μετὰ δὲ Θυνιάς«. Ἀράβυζα τῆς Καυκωνίδος πόλις. Βάδιζα πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίρι…
Βαρύγαζα, ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. οἱ οἰκοῦντες καὶ ὁ κόλπος Βαρυγαζηνοί.
char LCS 38 (43.7%) word LCS 6 (42.9%)
Show overlap highlight
…ῳ. Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθ…
Θελαμοῦζα, φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. τὸ ἐθνικὸν Θελαμουζαῖος.
char LCS 32 (39.5%) word LCS 5 (35.7%)
Show overlap highlight
…ρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ …
Ἄμαξα, χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. τὸ ἐθνικὸν Ἀμαξαῖος καὶ Ἀμαξίτης καὶ τὸ κτητικὸν Ἀμαξικός.
char LCS 30 (30.0%) word LCS 5 (25.0%)
Show overlap highlight
…ρέοντι »κνύζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην« (fr. 87 Bergk). δόξα, Φρίξα πόλις Τριφυλίας ἀπὸ Φρίξου, ἐπ´ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς…
Φρίξα, πόλις .... “ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμπίας ἀπέχουσα στάδια « λ »”. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. τὸ ἐθνικὸν Φριξαῖος.
char LCS 28 (47.5%) word LCS 5 (50.0%)
Show overlap highlight
…λλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.
Δάραψα, πόλις Βακτρίας, ὡς Στράβων. τὸ ἐθνικὸν Δαραψηνός καὶ Δαραψιανός.