Prosodia Catholica (Herodian)

Passage 1.253
← Index
1.253
No summary yet
τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον παροξυνόμενον. Τὰ εἰς 'θα' ἔχοντα τὸ 'α' βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας. * Τὰ εἰς 'κα' βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο. Τὰ εἰς 'λα' θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου »ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ«. Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ´ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ἱμέρου. Ἀρισταίνετος δ´ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς ἐμαντεύσαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 169 (31.6%) word LCS 36 (33.0%)
Show overlap highlight
…ν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ«. Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ´ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ἱμέρου. Ἀρισταίνετος δ´ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς ἐμαντεύσαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ
Γέλα, πόλις Σικελίας. ἡ γενικὴ Γέλας. τὸ δὲ Γέλης ἰωνικόν. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ´ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ὑμάρου. Ἀρισταίνετος δ´ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς μαντεύσασθαι, τὴν δὲ Πυθίαν οὐδὲν περὶ ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ´ …
char LCS 144 (86.7%) word LCS 29 (87.9%)
Show overlap highlight
… Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο. Τὰ εἰς 'λα' θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου »ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ«. Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ…
Ψύλλα, χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου “ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βίλλαιον στάδια πʹ”. τὸ ἐθνικὸν Ψυλλάτης.
char LCS 54 (77.1%) word LCS 11 (78.6%)
Show overlap highlight
…λις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον παροξυνόμενον. Τὰ εἰς 'θα' ἔχοντα τὸ 'α' βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ …
Ἔρθα, πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἐρθηνός.
char LCS 47 (33.3%) word LCS 9 (36.0%)
Show overlap highlight
τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον παροξυνόμενον. Τὰ εἰς 'θα' ἔχο…
Καρύανδα, πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. τὸ ἐθνικὸν Καρυανδεύς ὡς Ἀλαβανδεύς. ἐντεῦθεν ἦν καὶ Σκύλαξ ὁ παλαιὸς λογογράφος.
char LCS 44 (71.0%) word LCS 6 (66.7%)
Show overlap highlight
…ς. * Τὰ εἰς 'κα' βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο. Τὰ εἰς 'λα' θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου »ἀπὸ Κρηνίδ…
Ὄλυκα, πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Ὀλυκαῖος.
char LCS 40 (23.8%) word LCS 9 (30.0%)
Show overlap highlight
…ν δευτέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας. * Τὰ εἰς 'κα' βαρύνεται, Ὄγκα ἡ…
Κύναιθα, πόλις Ἀρκαδίας, ἀπὸ Κυναίθου ἑνὸς τῶν Λυκάονος παίδων. τὸ ἐθνικὸν Κυναιθεύς. καὶ Κυναιθαιεύς καὶ Κυναιθαεύς ἀπὸ τοῦ τετρασυλλάβου τοῦ Κυναίθαια· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει.
char LCS 30 (63.8%) word LCS 6 (66.7%)
Show overlap highlight
τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον παροξυνόμενον. Τὰ εἰς 'θα' ἔχοντα τὸ 'α' βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ …
Ἴλερδα, πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. ὁ πολίτης Ἰλερδίτης.
char LCS 28 (63.6%) word LCS 5 (62.5%)
Show overlap highlight
…ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ«. Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι…
Βάλα, πόλις τῆς Γαλιλαίας, Ἰώσηπος. τὸ ἐθνικὸν Βαλαῖος.