Prosodia Catholica (Herodian)

Passage 1.254
← Index
1.254
No summary yet
ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ´ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν »ἐφ´ ἡλίου δυσμῶν« καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ (c. 178) »ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα«. Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Σμίλα πόλις«. Πόλα πόλις Ἰλλυρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες. πάλλα ἡ σφαῖρα. Ἕλλα χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. Πέλλα πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφίμαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν »Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. Ἔντελλα πόλις Σικελίας. Ἔφορος ιϛʹ. Στύελλα φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. Φίλιστος τετάρτῳ Σικελικῶν. Φρέγελλα πόλις Ἰταλίας. Σίκελλα κώμη Παλαιστίνης, ὡς Ἰώσηπος (A. I. I 6, 13, 9). θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέσιλλα, Κύδιλλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. Ἄγυλλα πόλις Τυρρηνίας. Λυκόφρων (v. 1355) »Ἄγυλλαν Αὐσονῖτιν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 181 (67.5%) word LCS 35 (67.3%)
Show overlap highlight
…ίνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ´ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν »ἐφ´ ἡλίου δυσμῶν« καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ (c. 178) »ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα«. Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Σμίλα πόλις«…
Φίλα, πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ, Ἡρόδοτος τετάρτῃ “ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ οὔνομα Τρίτων ἐστίν· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα”. τὸ ἐθνικὸν Φιλαῖος, τῆς νήσου δὲ Φιλάτης.
char LCS 153 (70.2%) word LCS 28 (66.7%)
Show overlap highlight
… κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφίμαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν »Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδω…
Ὑλλούαλα, δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν “Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστιν Ὑλλούαλα λεγόμενος”. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον, ὡς καὶ πρότερον εἴρηται.
char LCS 63 (66.3%) word LCS 7 (53.8%)
Show overlap highlight
…τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικ…
Ὀκρίκολα, πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς αὐτός φησιν.
char LCS 55 (74.3%) word LCS 7 (70.0%)
Show overlap highlight
…τος τετάρτῳ Σικελικῶν. Φρέγελλα πόλις Ἰταλίας. Σίκελλα κώμη Παλαιστίνης, ὡς Ἰώσηπος (A. I. I 6, 13, 9). θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέσιλλα, Κύδιλλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. Ἄγυλλα …
Κόριλλα, πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Κοριλλανοί.
char LCS 55 (58.5%) word LCS 7 (43.8%)
Show overlap highlight
…ς λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφίμαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν »Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμ…
Νέγλα, πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νέγλιος, ἢ Νεγλίτης τῷ ἔθει τῆς χώρας.
char LCS 53 (73.6%) word LCS 7 (70.0%)
Show overlap highlight
… ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκο…
Σκάβαλα, χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Σκαβαλαῖος.
char LCS 50 (73.5%) word LCS 9 (75.0%)
Show overlap highlight
…λλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. Ἄγυλλα πόλις Τυρρηνίας. Λυκόφρων (v. 1355) »Ἄγυλλαν Αὐσονῖτιν
Ἄχολλα, πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων, ἄποικος Μελιταίων. τὸ ἐθνικὸν Ἀχολλαῖος.
char LCS 48 (75.0%) word LCS 8 (72.7%)
Show overlap highlight
…ρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες. πάλλα ἡ σφαῖρα. Ἕλλα χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. Πέλλα πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσα…
Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. τὸ ἐθνικὸν Ἑλλαῖος.
char LCS 46 (73.0%) word LCS 9 (75.0%)
Show overlap highlight
…τῳ. Ἡρόδοτος τετάρτῃ (c. 178) »ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα«. Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Σμίλα πόλις«. Πόλα πόλις Ἰλλυρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες…
Σμίλα, πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ “μετὰ δὲ Σμίλα πόλις”. τὸ ἐθνικὸν Σμιλαῖος.
char LCS 38 (66.7%) word LCS 6 (66.7%)
Show overlap highlight
…ὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκατα…
Μίσπιλα, πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως. τὸ ἐθνικὸν Μισπιλάτης.