Prosodia Catholica (Herodian)

Passage 1.255
← Index
1.255
No summary yet
εἰσεκώμασεν«. Ἄνθυλλα ἀδελφὴ Μέμνονος, ἀφ´ ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος. Ἡρόδοτος δευτέρᾳ (c. 98) »Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος«. Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος »ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος«. καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ »τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης«. ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον. Τὰ εἰς 'μα' θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 142 (44.9%) word LCS 24 (46.2%)
Show overlap highlight
…υσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος »ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος«. καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ »τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης«. ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ 'η' …
Βοὸς Κεφαλαί, τόπος καθ´ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄτταλον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. ἔστι καὶ Ἰνδικῆς Βουκεφάλα ἣν ἔκτισεν Ἀλέξανδρος “ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας προσαγορευόμενος”. οἱ κατοικοῦντες Βουκεφαλεῖς, ἐπειδὴ ὁ δημότης Κεφαλεύς τοῦ Κεφαλή.
char LCS 71 (47.0%) word LCS 13 (48.1%)
Show overlap highlight
εἰσεκώμασεν«. Ἄνθυλλα ἀδελφὴ Μέμνονος, ἀφ´ ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος. Ἡρόδοτος δευτέρᾳ (c. 98) »Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος«. Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νι…
Ἄνθυλλα, πόλις Αἰγύπτου. Ἡρόδοτος δευτέρᾳ “τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος”. τὸ ἐθνικὸν Ἀνθυλλαῖος, ὡς Ἄβολλα Ἀβολλαῖος, καὶ Ἀνθυλλίτης, διὰ τὸν τύπον.
char LCS 60 (43.8%) word LCS 14 (48.3%)
Show overlap highlight
… τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος«. καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ »τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης«. ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ 'η' εἰς 'α' πεποιημένον. Τὰ εἰς 'μα' θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ κα…
Ἀίλανον, πόλις Ἀραβίας, ἧς ὁ πολίτης Ἀιλανίτης. τινὲς δὲ κόλπον Ἀίλαν φασί. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ “τὰ πρὸς ἕω τῆς Ἀίλας [κώμης]”. ὁ πολίτης Ἀιλανίτης.
char LCS 55 (76.4%) word LCS 11 (78.6%)
Show overlap highlight
…οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος »ἐπ´ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκε…
Θυέλα, πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ. τὸ ἐθνικὸν Θυελαῖος.
char LCS 45 (54.9%) word LCS 8 (53.3%)
Show overlap highlight
…ῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος«. Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις …
Μεσόλα, πόλις Μεσσήνης, μία τῶν πέντε. Νικόλαος τετάρτῳ. τὸ ἐθνικὸν Μεσολάτης, ὡς τῆς Μεσόας Μεσοάτης.
char LCS 43 (56.6%) word LCS 7 (50.0%)
Show overlap highlight
…ς 'α' πεποιημένον. Τὰ εἰς 'μα' θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν.
Μέσμα, πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν. τὸ ἐθνικὸν Μεσμανός, ὡς τῆς Νῶλα Νωλανός.
char LCS 39 (50.0%) word LCS 6 (50.0%)
Show overlap highlight
…ησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλ…
Ἱππόλα, πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ. τὸ ἐθνικὸν Ἱππολαΐτης, καὶ θηλυκὸν Ἱππολαῗτις.