Prosodia Catholica (Herodian)

Passage 1.256
← Index
1.256
No summary yet
Τὰ εἰς 'να' μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρ´ Ἑκαταίῳ. * Τὰ εἰς 'να' δισύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀστρέου, πεῖνα, Σπῖνα πόλις Ἰταλίας ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. Κρῶμνα πόλις Παφλαγονίας »Κρῶμναν τ´ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους« (Β 855) ἡ ὕστερον Ἄμαστρις, ἀπὸ Κρώμνου τοῦ Λυκάονος. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ´ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης δι´ ἑνὸς 'ν' καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ε', ὅπερ κρεῖττον. ἔστι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε. * Τὰ εἰς 'να' ὑπερδισύλλαβα μετ´ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, μάραγνα ἡ μάστιξ, Ἄφιδνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. Πρόσυμνα μοῖρα τοῦ Ἄργους. Πολύδαμνα. Ἀγάθυρνα πόλις Σικελίας,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 79 (61.2%) word LCS 17 (63.0%)
Show overlap highlight
… καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνία…
Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ ὅ ἐστι μεγάλη. τὸ ἐθνικὸν Μαγνίτης διὰ τὸν Λιβυκὸν τύπον καὶ τὸν Αἰγύπτιον.
char LCS 74 (74.7%) word LCS 13 (72.2%)
Show overlap highlight
… πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ´ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης δι´ ἑνὸς 'ν' καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ '…
Ἄρνα, πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. τὸ ἐθνικὸν Ἀρναῖος καὶ Ἀρνεύς.
char LCS 70 (80.5%) word LCS 13 (81.2%)
Show overlap highlight
Τὰ εἰς 'να' μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ πα…
Κύννα, πολίχνιον πλησίον Ἡρακλείας, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. τὸ ἐθνικὸν Κυνναῖος.
char LCS 67 (42.1%) word LCS 12 (41.4%)
Show overlap highlight
…ος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Ν…
Κάλυδνα, νῆσος. καὶ πόλις Θήβης, ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Καλυδνός· ὁ πολίτης Καλυδναῖος, καὶ Καλυδνίς τὸ θηλυκόν, καὶ Καλυδνεὺς ὁ Ἀπόλλων καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος.
char LCS 55 (44.0%) word LCS 11 (44.0%)
Show overlap highlight
…άονος. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος π…
Φάναι, ἀκρωτήριον τῆς Χίου, ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. οἱ οἰκήτορες Φαναῖοι καὶ Φαναία τὸ θηλυκόν. ἔστι καὶ Φάνα ἑνικῶς πόλις Ἰταλίας.
char LCS 51 (75.0%) word LCS 7 (70.0%)
Show overlap highlight
…ῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ´ αὐτῆς. Σύρνα…
Θάμνα, πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας. οἱ πολῖται Θαμνῖται.
char LCS 47 (58.0%) word LCS 9 (60.0%)
Show overlap highlight
…δνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθ…
Δάριδνα, κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. τὸ ἐθνικὸν Δαριδναῖος, ὡς Πύδνα Πυδναῖος.
char LCS 43 (58.1%) word LCS 7 (58.3%)
Show overlap highlight
…άριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φη…
Ἄντεμνα, πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. τὸ ἐθνικὸν Ἀντεμνάτης ὡς Ῥαβεννάτης.
char LCS 39 (70.9%) word LCS 7 (70.0%)
Show overlap highlight
…ν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ´ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλ…
Τάμνα, πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. ὁ πολίτης Ταμνίτης.
char LCS 31 (49.2%) word LCS 5 (50.0%)
Show overlap highlight
…ντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀρα…
Εὔφραντα, πόλις Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Εὐφρανταῖος.