Prosodia Catholica (Herodian)

Passage 1.262
← Index
1.262
No summary yet
ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυράς« (Il. Β 712). ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί. Τὰ εἰς 'ρα' μακρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ´ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει τὸ 'α'. Τὰ εἰς 'ρα' ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ 'ω' ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεως, πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Σαώρα νύμφη, ἀφ´ ἧς Ἄωρος ἢ Σάωρος πόλις Κρήτης μετονομασθεῖσα Ἐλευθεραί. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται ὡς καὶ τὸ Πολυδώρα τετρασύλλαβον· ἔστι δὲ νῆσος ἐν τῇ Κυζίκῳ. * Τὰ διὰ τοῦ 'αιρα' δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, σφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔστι δὲ πόλις Μακεδονίας καὶ ἄλλη Ἰωνίας. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ. * Τὰ διὰ τοῦ 'αιρα' ὑπερδισύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου. * Τὰ διὰ τοῦ 'αυρα' δισύλλαβα μακροκατάληκτα παροξύνεται, σαύρα, αὔρα, λαύρα. τὸ δὲ Σαῦρα πόλις Σαυνιτῶν βραχυκατάληκτον προπερισπᾶται. * Τὰ διὰ τοῦ 'ειρα' δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, πεῖρα,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 56 (56.6%) word LCS 11 (52.4%)
Show overlap highlight
ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα…
Γέφυρα, πόλις Βοιωτίας. τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Στράβων καὶ Ἑκαταῖος. ἀφ´ οὗ καὶ Γεφυραία ἡ Δηώ.
char LCS 45 (50.6%) word LCS 9 (60.0%)
Show overlap highlight
…ις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτ…
Θεμίσκυρα, πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. οἱ οἰκοῦντες Θεμισκύριοι. λέγεται καὶ Θεμισκύρειαι.
char LCS 37 (12.3%) word LCS 6 (9.8%)
Show overlap highlight
…, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυράς« (Il. Β  712). ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί. Τὰ εἰς 'ρα' μακρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ´ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει …
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ…
char LCS 37 (8.6%) word LCS 6 (7.8%)
Show overlap highlight
…, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυράς« (Il. Β  712). ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί. Τὰ εἰς 'ρα' μακρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ´ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει …
Γλαφύραι, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας”. ἀπὸ Γλαφύρου υἱοῦ Μάγνητος κτίσαντος. τὸ ἐθνικὸν Γλαφυρεύς. ἔστι καὶ κώμη Κιλικίας Γλαφύραι, ἀπέχουσα Ταρσοῦ τριάκοντα στάδια πρὸς δύσιν, [ἐν ᾗ πηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντι ποταμ…
char LCS 34 (68.0%) word LCS 6 (66.7%)
Show overlap highlight
…υρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυράς« (Il. Β  712). ἔσ…
Λίμυρα, πόλις Λυκίας, ἀπὸ Λιμύρου ποταμοῦ. ὁ πολίτης Λιμυρεύς.
char LCS 33 (55.0%) word LCS 7 (58.3%)
Show overlap highlight
…αῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποτα…
Γόργυρα, τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, ἐν ᾧ Διόνυσος Γοργυρεὺς τιμᾶται.
char LCS 30 (26.1%) word LCS 5 (26.3%)
Show overlap highlight
ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, κα…
Τέντυρις, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. ὁ πολίτης Τεντυρίτης. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν.
char LCS 30 (10.1%) word LCS 5 (10.6%)
Show overlap highlight
ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θ…
Ἀγκυρῶν, πόλις, Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρισκαιδεκάτῳ Αἰγυπτιακῶν. ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας ἔτεμνον αἷς κατεχρῶντο ἀγκύρας ἐκ τῆς παρακειμένης λατομίας. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθους. ὡς γὰρ Κυνῶν πόλις Κυνοπολίτης, Λεόντων πόλις Λεοντοπολίτ…