Prosodia Catholica (Herodian)

Passage 1.264
← Index
1.264
List of Greek place names and common nouns (many in -τρα), with brief citations and an accentuation note about words ending in -ρα.
μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πόλις Ἰβηρίας ὡς Στράβων. Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου »ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη«. Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθ´ ὧν καὶ δίφουρα ἡ γέφυρα. Τὰ εἰς 'ρα' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ 'α', ὕδρα· ἔστι καὶ νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. πέτρα· ἔστι καὶ πόλις Παλαιστίνης. λέπρα, ῥήτρα ἡ συνθήκη »ἀλλά γε νῦν ῥήτρην ποιησόμεθα« (ξ 393). φαρέτρα, γάστρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμηρος »μίτρης θ´ ἣν ἐφόρειν« (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας »Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί«. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρ´ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων.
Mnaséas mentions it. Ὄλουρα: Eratosthenes mentions it. Αἴβουρα, a city of Iberia, as Strabo says. Παναίουρα, an Indian city by the river Indus. Χέρρουρα, a city of Libya, as Alexander says in the third book of his Libyan Matters: “there lies a peninsula named Χέρρουρα.” Κύνουρα, a city of Argos, from Cinurus, son of Perseus. Pausanias in the third book (c. 2, 2). Λυκόσουρα, a city of Arcadia on Mount Lycaeum. Ῥινοκόρουρα, a city of Egypt, “so called from the people who were settled there in old times, whose noses had been cut off.” Βαλβέρουρα: thus some say an Indian city of Iberia is called; among them also δίφουρα, “the bridge.” The simple words ending in -ρα with a consonant cluster are accented on the penult and have long α: ὕδρα; there is also an island of Libya near Carthage, as Ephorus in the fifth book. πέτρα; there is also a city of Palestine. λέπρα; ῥήτρα, “the agreement”: “but now let us make an agreement” (ξ 393). φαρέτρα, γάστρα, μήτρα, φρήτρα, φράτρα and φάτρα; μίτρα, “the belt”: Homer, “and the μίτρα which he used to wear” (Δ 137); λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα; there is also a city of Phocis not far from Lilaea. Ἄρρα, a city of Illyria. Ἄτραι, a city between the Euphrates and the Pigrētus. Arrian in the seventeenth book of the Parthica. Ἔγρα, a city of Arabia by the Ailanitic gulf. Βόστρα, a city of Arabia; it is also said in the neuter. Θύμβρα, a city of the Troad, a foundation of Dardanus, from Θύμβρος his friend. Γάγγρα, a city of Paphlagonia. Alexander in his work On Paphlagonia: “Nicostratus says that a goatherd was pasturing goats around those places. Seeing one that had strayed off, the goatherd, at a loss because at home he found them lacking but on the pasture full, reported it to his master. And he told him to watch the one that had strayed. So, watching, he saw it climbing up onto a certain high hill and going toward a certain inaccessible rock, and from below he heard the bleating of kids: there it had happened that the goat had given birth. Seeing, then, a suitable place, he founded a city and named it Γάγγρα, because that was the goat’s name.” Eratosthenes, however, says it in the neuter: τὰ Γάγγρα. There is also Γάγγρα of Arabia Felix. Γάδρα, a city of Palestine. Πάτρα, one of the three kinds of community among the Greeks, as Dicaearchus says. Πάτραι, a city of Achaea, from someone named Πατρεύς. ἕδρα. Γέρρα, a city of the Chaldaeans.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 194 (27.2%) word LCS 32 (24.1%)
Show overlap highlight
…ισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί«. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρ´ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος…
…δὲ χωριζομένην, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί”. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησί, καὶ Ἀθήναιος ἐν δειπνοσοφιστῶν τρίτῃ οὕτως. τὸ ἐθνικὸν Γαγγρηνός ὡς Βοστρηνός. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡς Σαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡς Ἔδεσσα Ἐδεσσαῖος καὶ Ἐδε…
char LCS 65 (45.8%) word LCS 6 (31.6%)
Show overlap highlight
…ται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου »ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη«. Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθ´ ὧν καὶ δίφουρα ἡ γέφυρα. Τὰ εἰς 'ρα' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνο…
Ῥινοκούρουρα, πόλις Αἰγύπτου “ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τοπαλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἠκρωτηριασμένων οὕτω καλουμένη”. τὸ ἐθνικὸν Ῥινοκουρουραῖος καὶ Ῥινοκουρουρίτης.
char LCS 64 (100.0%) word LCS 9 (100.0%)
Show overlap highlight
…« (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλι…
Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν.
char LCS 52 (26.0%) word LCS 9 (23.1%)
Show overlap highlight
…Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας »Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλ…
Θύμβρα, πόλις Τρῳάδος, Δαρδάνου κτίσμα, ἀπὸ Θύμβρου φίλου αὐτοῦ. οὗ ποταμὸς Θύμβρις, ἀφ´ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, [ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς.] λέγεται καὶ διὰ τοῦ « ζ » Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ « δ » καὶ Δυμβριεύς.
char LCS 39 (21.5%) word LCS 7 (25.0%)
Show overlap highlight
μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πόλις Ἰβηρίας ὡς Στράβων. Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c…
Παναίουρα, πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. τὸ ἐθνικὸν Παναιουρεύς, καθ´ ὁμοιότητα τοῦ Κύνουρα Κυνουρεύς, Κυνόσουρα Κυνοσουρεύς. καὶ ὡς Βοῦρα Βουραῖος, Παναίουρα Παναιουραῖος. καὶ [ὡς] Ἄργουρα Ἀργούριος, Παναιούριος.
char LCS 38 (57.6%) word LCS 7 (53.8%)
Show overlap highlight
…ινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθ´ ὧν καὶ δίφουρα ἡ γέφυρα. Τὰ εἰς 'ρα' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ 'α', ὕδρα· ἔστι καὶ νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. πέτρα· ἔστι καὶ πόλις Παλαιστίνης. λέπρα, ῥήτρα ἡ συνθήκη »ἀλλά γε νῦν ῥήτρην ποιησόμεθα« (ξ 393). φαρέτρα, γάστρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζ…
Ὕδρα, νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. τὸ ἐθνικὸν Ὑδραῖος ἢ Ὑδράτης.
char LCS 32 (68.1%) word LCS 6 (66.7%)
Show overlap highlight
…ς δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρ´ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων.
Πάτραι, πόλις Ἀχαΐας, ἀπό τινος Πατρέως. ὁ πολίτης Πατρεύς.
char LCS 30 (53.6%) word LCS 5 (50.0%)
Show overlap highlight
…α πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου »ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη«. Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν π…
Λυκόσουρα, πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκαίῳ ὄρει. ὁ πολίτης Λυκοσουρεύς.
char LCS 26 (31.3%) word LCS 5 (35.7%)
Show overlap highlight
…καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμηρος »μίτρης θ´ ἣν ἐφόρειν« (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. …
Χαράδρα, πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. τὸ ἐθνικὸν Χαραδραῖος· ἐπάγει γὰρ ὡς Ἡρωδιανός “Χαραδραίοις”.
char LCS 26 (26.8%) word LCS 5 (26.3%)
Show overlap highlight
μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πόλις Ἰβηρίας ὡς Στράβων. Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ …
Λίξα, πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. τὸ ἐθνικὸν Λίξιοι Λιξίτης. καὶ Λιξᾶται παρά τισιν.