Prosodia Catholica (Herodian)

Passage 1.265
← Index
1.265
Lexical entry listing Agra/Agrai and numerous place-names (capes, cities, islands) across regions (Attica, Thrace, Sicily, Italy, Libya, Macedonia, Boeotia, Cyprus, etc.), with cultic, mythic, and geographic notes.
Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) »σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον« ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. Γεράνθραι πόλις Λακωνικῆς. Παυσανίας τρίτῳ (c. 2, 6). Ἐχέτρα πόλις Ἰταλίας. Κελαίθρα πόλις Βοιωτίας. Φαλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάνδρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χαλάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ »ἐν δ´ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων«. ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. Στράβων δ´ ἐν ἑβδόμῃ Μακεδονίας αὐτὴν καλεῖ. σεσημείωται τὸ Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι (Β 498) καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλλοντα τὸ 'α'. τὸ δὲ Ἐρυθρά ἡ θάλασσά ἐστιν ἐπιθετικόν. ἔστι δὲ καὶ ἄκρα Ἐρυθρά τῆς Λιβύης. ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλις Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης ἄλλη καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφος. τὸ δὲ Φαίδρα κύριον συνεξωμοιώθη τῷ Φαῖδρος ἀρσενικῷ· ὡσαύτως καὶ
Agra and Agrai, a place-name, in the singular and in the plural. It is in Attica, before the city, in which the Lesser Mysteries are celebrated, an imitation of those connected with Dionysus, in which they also say that Heracles was initiated. Akra: there is also an Akra, a city of Iapygia, according to some called Hydrous. Second: there is also another, having within it a harbor, Brentesion; it is in Italy. Third: of Sicily; it is a foundation of the Syracusans. Fourth: of Euboea. Sixth: of Scythia. Seventh: of Cyprus. Eighth: of Acarnania. There is also an Akra beyond the Tigris. Arrian, in the sixteenth. Phlegra, a city of Thrace, which Eudoxus says was afterwards called Pallene. Serra, a promontory of Thrace, which is also called Serreion; Karrai, a city of Mesopotamia, from the Karra river of Syria; there is also a city by the Red Sea. Sirra, a city of Thrace. Theopompus, in the twentieth of the Philippica. Skydra, a Macedonian city. Tarra, a city of Lydia; another of Crete, in which Tarraean Apollo is honored. There is also another city, Tarra, by the Caucasus, a colony of Cretans. Acherrhai, a city between the Po and the Alps. Antiphra, a small town near Alexandria. Galadrai, a city of Macedonia in Pieria. Lycophron (v. 1444): “to make the general wolf of your Galadrai,” from Galadros, the son of the Emathian; but others say that Galadras founded the city. Geranthrai, a city of Laconia. Pausanias, in the third (c. 2, 6). Echetra, a city of Italy. Kelaithra, a city of Boeotia. Phalakrai, a peak of Ida, which has no living plant because of the snow and the ice, but is stripped bare; and all mountains stripped bare were called Phalakrai. Hippouakra, a city of Libya. Sosandra, an island around Crete. It was so called because once, when the Lyttians made a night attack on the city, it is said to have saved those who had fled to it. Chalastra, a city of Thrace around the Thermaic Gulf. Hecataeus, in Europe: “and in it Therme, a city of Greeks, and in it Chalastra, a city of Thracians.” It is named from Chalastra; there is also a lake of the same name as the city. Strabo, in the seventh book of Macedonia, calls it so. Note has been made of Tanagra, a city of Boeotia, which Homer calls Graia because it is nearby (Β 498), and of proparoxytone scolo-pendra-forms that contract the α. But Ἐρυθρά, “the Red,” the sea, is an epithet. There is also a promontory Ἐρυθρά of Libya, as Artemidorus in the seventh of the Geographoumena. And Ἐρυθραί, a city of the Ionians; Hecataeus, in Asia. There is also another of Libya and another of Locris. There is also one of Boeotia and another of Cyprus, now Paphos. But the proper name Φαίδρα has been assimilated to the masculine Φαῖδρος; likewise also…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 151 (100.0%) word LCS 32 (100.0%)
Show overlap highlight
Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσί…
Ἄγρα καὶ Ἄγραι, χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον· ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι.
char LCS 95 (31.9%) word LCS 20 (32.3%)
Show overlap highlight
…ς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣ…
Ἄκρα, Ἰαπυγίας πόλις, κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ .... ἐστὶ Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. τὸ ἐθνικὸν Ἀκραῖος καὶ τὸ θηλυκὸν Ἀκραία. θʹ ἔστιν Ἄκρα ὑπὲρ Ἀντιόχειαν τὴν περὶ τὴν Δάφνην. Ἀκραῗται δὲ οἱ ἐξ αὐτῆς ἐκαλοῦντο. ιʹ ἔστι καὶ…
char LCS 86 (31.9%) word LCS 17 (31.5%)
Show overlap highlight
…ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) »σῆναι Γαλάδρας τ…
Τάρρα, πόλις Λυδίας. [ἀφ´ ἧς Λεύκιος ὁ γραμματικός.] ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Λούκιος δ´ ἦν ἀπὸ Τάρρας τῆς Κρητικῆς πόλεως· φέρεται δὲ τούτου τὰ περὶ παροιμιῶν τρία βιβλία ἄριστα καὶ περὶ γραμμάτων καὶ τεχνικὰ γλαφυρώτατα. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ταρραία.
char LCS 57 (47.5%) word LCS 10 (45.5%)
Show overlap highlight
… καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάνδρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χαλάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ »ἐν δ´ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων«. ὠνόμασται δὲ ἀπὸ Χαλά…
Σωσάνδρα, νῆσος περὶ Κρήτην. ἐκλήθη δὲ ἐπειδή ποτε τῶν Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτήν. ὁ νησιώτης Σωσάνδριος.
char LCS 55 (43.7%) word LCS 10 (43.5%)
Show overlap highlight
…ον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης…
Φλέγρα, πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. ὁ πολίτης Φλεγραῖος καὶ Φλεγραία καὶ Φλεγραῖον. ἔστι καὶ Φλεγρός καὶ Φλέγρα. Λυκόφρων.
char LCS 44 (72.1%) word LCS 7 (70.0%)
Show overlap highlight
…ήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι…
Σίρρα, πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. τὸ ἐθνικὸν Σιρραῖος.
char LCS 44 (42.3%) word LCS 7 (35.0%)
Show overlap highlight
… πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Τα…
Κάρραι, πόλις Μεσοποταμίας, ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. τὸ ἐθνικὸν Καρρηνός ἢ καὶ Καρραῖος. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ.
char LCS 38 (67.9%) word LCS 8 (72.7%)
Show overlap highlight
…εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) »σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον« ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου …
Ἀχέρραι, πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. τὸ ἐθνικὸν Ἀχερραῖος.
char LCS 37 (51.4%) word LCS 5 (45.5%)
Show overlap highlight
…ι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) »σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον« ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. Γεράνθραι πόλις Λακωνικῆς. Παυσανίας τρίτῳ (c. 2, 6). Ἐχέτρα πόλις Ἰταλίας. Κελαίθρα πόλις Βοιωτίας. Φαλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ …
Γεράνθραι, πόλις Λακωνικῆς, Παυσανίας τρίτῳ. ὁ πολίτης Γερανθράτης, ὡς αὐτὸς Παυσανίας.
char LCS 24 (36.4%) word LCS 5 (38.5%)
Show overlap highlight
…ης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη π…
Ἄμπη, πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ. τὸ ἐθνικὸν Ἀμπαῖος ὡς Λαμπαῖος.