Prosodia Catholica (Herodian)

Passage 1.267
← Index
1.267
No summary yet
Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος. * Τὰ εἰς 'σα' ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρωάδος, ἥν φησιν Ὅμηρος »τῶν οἱ Λάρισαν ἐριβώλακα« (Β 841). πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμισα πόλις Γερμανίας. Ὄδρυσα πόλις Ὀδρυσῶν, ἣ καὶ Ὀδρυσία λέγεται. Τὰ εἰς 'σσα' ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, εἰ μὴ παραλήγοι 'ου', θάλασσα, Ἰφιάνασσα, θέρμασσα ἡ κάμινος, ἄνασσα, ἀμφιέλισσα. Ἑρμώνασσα πόλις ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ Ἰώνων ἄποικος ἀπὸ τοῦ ἡγησαμένου Ἕρμωνος. Ἀρριανὸς δὲ οὕτω φησίν »Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μιτυληναίου τινός, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ ἡ γυνὴ τῆς πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο«. ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ (Peripl. p. XVI). Στράβων δὲ ἑβδόμῃ (p. 306) Ἑρμώνακτος κώμην
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 169 (41.8%) word LCS 31 (38.8%)
Show overlap highlight
… Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρωάδος, ἥν φησιν Ὅμηρος »τῶν οἱ Λάρισαν ἐριβώλακα« (Β  841). πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμ…
Λάρισαι, πόλεις ιʹ. Θεσσαλίας, ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρῳάδος, ἥν φησιν Ὅμηρος “τῶν οἳ Λάρισαν ἐριβώλακα”. πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα, καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ. ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. καὶ ὁ πολίτης Λαρισαῖος καὶ Λαρισεὺς Ζεύς. Στράβων δὲ κώμην φησὶν Ἐφέσου, ἐν ᾗ Ἀπόλλων Λαρισηνός. * * * *
char LCS 69 (57.5%) word LCS 11 (55.0%)
Show overlap highlight
…βδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμισα πόλις Γερμανίας. Ὄδρυσα πόλις Ὀδρυσῶν, ἣ καὶ Ὀδρυσία λέγεται. Τὰ εἰς 'σσα' ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, ε…
Κρίμισα, πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων. ἀπὸ Κριμίσης νύμφης. τὸ ἐθνικὸν Κριμισαῖος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ ποταμός.
char LCS 62 (56.4%) word LCS 11 (57.9%)
Show overlap highlight
Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσ…
Κρῆσσα, πόλις Παφλαγονίας, ἣν Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηίλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης γράφει ... τὸ ἐθνικὸν Κρησσαῖος.
char LCS 51 (29.0%) word LCS 10 (27.8%)
Show overlap highlight
Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τ…
Ἴσσα, πόλις ἐν Λέσβῳ, κληθεῖσα Ἱμέρα εἶτα Πελασγία καὶ Ἴσσα ἀπὸ τῆς Ἴσσης τῆς Μάκαρος. ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δελματίαν καὶ Ἰλλυρίαν .... ἔστι καὶ θηλυκὸν Ἰσσάς ἐπὶ τῆς Λέσβου παρὰ Παρθενίῳ ἐν Ἡρακλεῖ.
char LCS 50 (73.5%) word LCS 11 (78.6%)
Show overlap highlight
…ιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφρ…
Ἄσσα, πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ. ἔστι καὶ κώμη Σκυθίας. οἱ οἰκήτορες Ἀσσαῖοι.
char LCS 50 (45.5%) word LCS 10 (47.6%)
Show overlap highlight
…κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος. * Τὰ εἰς 'σα' ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος…
Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρσης, μιᾶς τῶν γυναικῶν [Γρας]τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί. τὸ ἐθνικὸν Τιρσαῖος.
char LCS 44 (72.1%) word LCS 8 (72.7%)
Show overlap highlight
…ιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμή…
Κόσσα, πόλις Οἰνώτρων ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. οἱ πολῖται Κοσσανοί.
char LCS 41 (73.2%) word LCS 8 (72.7%)
Show overlap highlight
…οῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος. * Τὰ εἰς 'σα' ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμα…
Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀρσαῖος.
char LCS 33 (37.9%) word LCS 5 (35.7%)
Show overlap highlight
…πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυ…
Μοῦρσα, πόλις Παιονίας, κτίσμα Ἀδριανοῦ. τὸ ἐθνικὸν Μουρσαῖος, ὡς Παρθένιος Φωκαεύς. λέγεται καὶ Μούρσιον.
char LCS 28 (37.8%) word LCS 6 (42.9%)
Show overlap highlight
…σσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλι…
Κρόσσα, πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Κροσσαῖος [καὶ] θηλυκῶς καὶ οὐδετέρως.