Prosodia Catholica (Herodian)

Passage 1.269
← Index
1.269
Toponyms and feminine names ending in -ουσα (Greek), listing place-names, mythic women, and author citations.
φησίν «Ἀρέθουσαι δέ εἰσιν ὀκτώ». Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν, ἄρω ἐστὶ τὸ ποτίζω, ἀφ´ οὗ ἄρδω παραγωγόν, ἐκ τούτου ἀρέθω ὡς φλέγω φλεγέθω, ἀφ´ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται. ὁ γοῦν Χοιρίλος ἐν αʹ Περσικῶν παρὰ δὲ κρήνας ἀρεθούσας μυρία φῦλ´ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις. ἔστι καὶ πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας. Αἴθουσα τὸ κύριον ἐπὶ τῆς θυγατρὸς Ποσειδῶνος καὶ Ἀλκυόνης, ὅπερ κατά τινας ἓν 'σ' ἔχει, Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων «Φέρουσά τε Δυναμένη τε» (Σ 43). Ἴωνος δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τ´ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hesiod. Theog. 276). Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσα νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. Δρύουσα καὶ Ἀνθέμουσα ἐκαλεῖτο πρότερον Σάμος. Σειρήνουσαι «νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ´ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ´ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια» (Aristot. Ausc. mir. c. 110). Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ Σίδουσα πόλις». Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλαζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μήλουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ (c. 42). Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία.
He says, “Ἀρέθουσαι are eight.” And Heracleon son of Glaucus, commenting on the same point, says: ἄρω is “I water,” from which ἄρδω is derived; from this comes ἀρέθω, as φλέγω gives φλεγέθω, from which every spring is thus called by way of epithet. Thus Choerilus in the first book of the Persica: “and by the ἀρεθούσας springs countless tribes were stirred, with many-swarming bees.” There is also a city of Syria and of Thrace and of Euboea. Αἴθουσα is the proper name of the daughter of Poseidon and Alcyone, which according to some has a single sigma, Φέρουσα; and this too is the name of one of the Nereids: “Φέρουσά τε Δυναμένη τε” (Σ 43). And the mother of Ion son of Xuthus is recorded as Creusa; and of the same name as she is also the wife of Aeneas. Medusa, one of the Gorgons: “Στεινώ t’ Εὐρυάλη te Μέδουσά te, having suffered grievous things” (Hesiod. Theog. 276). Θάλπουσα, a city of Arcadia, of Orchomenus. Σώζουσαι, three cities, of Phoenicia, Pisidia, and Ethiopia. Μύρτουσα, a mountain of Libya. Καλάθουσα, a city of Pontus, and a city not far from the Pillars of Heracles; but Hecataeus in the Europa calls it Καλάθη. Οἴνουσα: thus Carthage was called. Κοχλίουσα, an island off Lycia; Alexander in the second book On Lycia, because snails are found on it. Κράμβουσα, an island near Seleuceia of Isauria; Strabo, book 14. Πιτύουσα, later Phaselis; and thus too Lampsacus was formerly called, as Deiochus of Cyzicus says. Κρομύουσα, an island of Iberia; Hecataeus in the Europa. Πολυπόδουσα, an island of Cnidus. Πορφύρουσα was the name of the island Cythera because of the beauty of the purple-fish around it, as Aristotle says. Ὀφίουσα was the name of the island Cythnus. Λάγουσα, an island near Crete; Strabo, book 10. Δρύουσα and Ἀνθέμουσα were earlier names of Samos. Σειρήνουσαι: “islands in Italy near the strait, lying off the very headland, where a projecting place falls away and separates the gulfs, both the one that encloses Cumae and the one that cuts off what is called Poseidonia; in which also their temple has been founded and they are honored exceedingly. And their names are these: Παρθενόπη and Λευκωσία and Λίγεια” (Aristot. Ausc. mir. c. 110). Σίδουσα, a city of Ionia; Hecataeus in the Asia: “and in Σίδουσα, a city.” Σκότουσα, a city and district of Pelasgian land in Thessaly, and in the plural Σκότουσαι. Μαράθουσα, an island near Clazomenae. Μελίτουσα, a city of Illyria; Polybius, book 13. Μήλουσα, an island among the Iberians; Hecataeus in the Europa. Τέλφουσα, a city of Arcadia, named from a nymph called Τελφούση, daughter of Ladon. Τεύτλουσα, an island of Ionia; Thucydides, book 8 (c. 42). Φάκουσα, a village between Egypt and the Red Sea; Strabo, book 17. But Hecataeus says Φακόεσσαι and Φακοέσσαις; and Φάκουσαι islands and Φάκαιοι. Δάφνουσα: thus Euphorion speaks of a Phocian city Δαφνοῦντα. Βάρχουσα, a small city of Phoenicia. Αἴγουσα, an island of Libya, called among the Libyans Κατρία.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 262 (87.6%) word LCS 49 (90.7%)
Show overlap highlight
…περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσα νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. Δρύουσα καὶ Ἀνθέμουσα ἐκαλεῖτο πρότερον Σάμος. Σειρήνουσαι «νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ´ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ´ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια» (Aristot. Ausc. mir. c. 110). Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ Σίδουσα πόλις». Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς …
Σειρήνουσαι, νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ´ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν [τε] περιέχοντα Κύμην [καὶ] τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ´ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια. τὸ ἐθνικὸν Σειρηνούσιος καὶ Σειρηνουσαῖος.
char LCS 117 (86.7%) word LCS 21 (87.5%)
Show overlap highlight
…σα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ (c. 42). Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία.
Φάκουσα, κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι· τὸ ἐθνικὸν Φακούσιος.
char LCS 81 (80.2%) word LCS 15 (83.3%)
Show overlap highlight
…σα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα …
Κοχλίουσα, νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας, διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. τὸ ἐθνικὸν Κοχλιούσιος.
char LCS 48 (59.3%) word LCS 8 (61.5%)
Show overlap highlight
…ρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδ…
Κράμβουσα, νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. τὸ ἐθνικὸν Κραμβούσιος ἢ Κραμβουσαῖος.
char LCS 47 (100.0%) word LCS 7 (100.0%)
Show overlap highlight
…αύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τ´ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hesiod. Theog. 276). Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Κα…
Σώζουσαι, πόλεις τρεῖς, Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας.
char LCS 46 (100.0%) word LCS 9 (100.0%)
Show overlap highlight
…Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ´ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια» (Aristot. Ausc. mir. c. 110). Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ Σίδουσα πόλις». Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλαζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδ…
Σίδουσα, πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ “ἐν δὲ Σίδουσα πόλις”.
char LCS 42 (56.8%) word LCS 7 (58.3%)
Show overlap highlight
…αταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία.
Αἴγουσα, νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. τὸ ἐθνικὸν Αἰγουσαῖος, ὡς Σκοτουσαῖος.
char LCS 37 (67.3%) word LCS 6 (66.7%)
Show overlap highlight
…ουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλαζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μήλουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ (c. 42). Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυ…
Μήλουσα, νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Μηλουσαῖος.
char LCS 36 (65.5%) word LCS 6 (66.7%)
Show overlap highlight
…ου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τ´ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hesiod. Theog. 276). Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Ε…
Θάλπουσα, πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. τὸ ἐθνικὸν Θαλπούσιος.
char LCS 35 (63.6%) word LCS 5 (62.5%)
Show overlap highlight
…ὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσ…
Κρομύουσα, νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Κρομυούσιος.