1.27
Notes on Sarpedon (hero, rock, coast, island) and related names (Issedoi, Halizones), with discussion of accent/weighting and declension of names ending in -δων, -ωδων, -ζων, and citations from Homer and Sophocles.
λέγονται καὶ Ἴσσηδοι τρισυλλάβως. ἔστι καὶ Ἰσσηδών πόλις. Τενθρηδών Πρόθου πατήρ. Σαρπηδών ἥρως καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆσος ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται «Σαρπηδὼν ἀκτή». ἐν Τυμπανισταῖς «ἡμεῖς δ´ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα». καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα ὡς ὁ τὰ Κύπρια φησί· τῷ δ´ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν. ἀκηδών. —τὸ δὲ Σαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ 'οντος' κλινόμενα βαρύνονται «Σαρπήδοντος» (Il. Μ 379). * Τὰ διὰ τοῦ 'ωδων' βαρύνεται, Θερμώδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων. Τὰ εἰς 'ζων' λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα καὶ πρὸ τέλους ἔχοι μακρὸν τὸ 'α' ἢ πόλει ὁμωνυμεῖ οἷον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Il. 2, 856). Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ
Pending translation