Prosodia Catholica (Herodian)

Passage 1.270
← Index
1.270
Greek list of place-names (mainly islands, some cities) with the suffix -ουσσα/-oussa, including brief descriptions and ancient citations (Strabo, Hecataeus, Herodotus), and notes on accentuation and formation.
Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ (c. 31). Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρότερον Τάφος. Πιθηκοῦσσαι νῆσοι περὶ Τυρρηνίαν. Ἰχνοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Σαρδὼ νῆσος διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆλος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. Δελφοῦσσα κρήνη τῶν Δελφῶν. Γηθοῦσσα πόλις Λιβύης. Γονοῦσσα πόλις Περραιβίας. Ἐλαφοῦσσα· οὕτως Ἕλληνες Βρεττίαν νῆσον ἐν τῷ Ἀδρίᾳ καλοῦσιν. Αἰγειροῦσσα πόλις Αἰολίδος, ὡς Ἡρόδοτος (I 148). Ἀνητοῦσσα πόλις Λιβύης. πλὴν τοῦ αἴθουσσα, ὅπερ ἔχει δισσὸν τὸ 'σ' ἐπὶ τοῦ προσηγορικοῦ, Ἔμπουσσα καὶ Συράκουσσαι πόλις μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δ´ ἄποικος, τοῖς ἐν Σικελίᾳ Μεγάροις καὶ Νάξῳ ὁμόχρονος. τὸ δὲ ἡρῷσσα προπερισπᾶται ἐκ συναλοιφῆς τοῦ ἡρώϊσσα. * Τὰ εἰς 'τα' δισύλλαβα σπάνια ὄντα βαρύνεται, Γέντα πόλις Ἰνδικὴ
Aigeirousa, a city of the Megarid, as Strabo says. It is also called Αἴγειρος, as Theopompus in the fifty-sixth book. Argennousa, an island off the mainland of the Troad by the Argennon promontory, from which come ἀργεννόεις and, by contraction, ἀργεννοῦς and Ἀργέννουσα. But Androtion in the fourth book of the Atthis writes it with ι. But if they have two, they are accented with a circumflex on the antepenult. Pityousai, various islands, which Alcman calls Πιτυώδεις; Rhodoussa, a city of the Argolid. Erikoussa, one of the Aeolian islands, so called from the plant. Phoinikoussa, two islands in the Libyan gulf by Carthage, as Hecataeus in the Circuit of Libya. There is also a city of the Phoenicians in Syria, Φοινικοῦσσαι, as he himself says in Asia. Phykoussai, islands of Libya; and they are so named because they are full of seaweed. Oinoussai, islands near Chios: Hecataeus in Europe. Elaioussa, an island of Cilicia opposite the mainland by Corycus; and there are also seven other islands. Schinoussa, a Phocian island. Drymoussa, an island of Ionia: Thucydides in the eighth book (c. 31). Pharmakoussai, two islands near Salamis; and another above Miletus, in which Attalus was killed. Ophiussa: thus Libya was called, as Polyhistor says, and also Rhodes and Tenos and the city Tyre. Taphiussa, a city of Cephallenia, formerly Taphos. Pithekoussai, islands about Tyrrhenia. Ichnoussa: thus the island Sardinia was called because it resembled a human footprint. Lopadoussa, an island by Thapsus of Libya, as Artemidorus in the seventh book of his Geography. Nagidoussa, an island: Hecataeus in Asia. Agathoussa: thus the island Telos was called, as Jason says. Phaselousai, two islands of Libya near the river Siris: Hecataeus in the Circuit of Libya. Delphoussa, a spring of Delphi. Gēthoussa, a city of Libya. Gonoussa, a city of Perrhaebia. Elaphoussa: thus the Greeks call an island of the Brettii in the Adriatic. Aigeiroussa, a city of Aeolis, as Herodotus says (I 148). Anētoussa, a city of Libya—except αἴθουσσα, which has double σ in the appellative; and Ἔμπουσσα; and Συράκουσσαι, a very great city, as Hecataeus in Europe says, a foundation of Archias and a colony of Corinth, contemporary with Megara in Sicily and Naxos. But ἡρῷσσα is accented with a circumflex on the antepenult by contraction of ἡρώϊσσα. * The disyllables in -τα, being rare, are accented with a grave: Genta, an Indian city.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 114 (66.3%) word LCS 20 (62.5%)
Show overlap highlight
Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς…
Ἀργέννουσα, νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις, καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. τὸ ἐθνικὸν Ἀργεννούσιος. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ « ι ».
char LCS 79 (33.1%) word LCS 13 (33.3%)
Show overlap highlight
Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τε…
Αἰγείρουσα, πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. τὸ ἐθνικὸν Αἰγειρεύς, ὡς τῆς Φιλίππου Φιλιππεύς, Ταρσοῦ Ταρσεύς. τῆς δ´ Αἰγειρούσης Αἰγειρουσαῖος ὡς Σκοτουσαῖος, ἢ Αἰγειρούσιος ὡς Πιτυούσιος. ἔστι καὶ Αἰολίδος πόλις Αἰγειροῦσσα, ὡς Ἡρόδοτος.
char LCS 69 (65.1%) word LCS 10 (66.7%)
Show overlap highlight
…παδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆλος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. Δελφοῦσσα κρήνη τῶν Δελφῶν. Γηθοῦσσα πόλις Λιβύης. Γονοῦσσα πόλις Περραιβίας. Ἐλαφοῦσσα· οὕτως Ἕλληνες Βρεττίαν νῆσον ἐν τῷ Ἀδρίᾳ καλοῦσιν. Αἰγειροῦσσα πόλις …
Φασηλοῦσσαι, δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φασηλουσσαῖοι ὡς Σκοτουσσαῖοι.
char LCS 66 (75.0%) word LCS 10 (76.9%)
Show overlap highlight
… πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρότερον Τάφος. Πιθηκοῦσσαι νῆσοι περὶ Τυρρηνίαν. Ἰχνοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Σαρδὼ νῆσος διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆλος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λ…
Λοπαδοῦσσα, νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Λοπαδουσσαῖος.
char LCS 64 (41.3%) word LCS 13 (44.8%)
Show overlap highlight
…σπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προ…
Φοινικοῦσσαι, δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φοινικουσσαῖοι. ἔστι καὶ πόλις Φοινίκων τῶν ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ.
char LCS 58 (29.9%) word LCS 10 (27.8%)
Show overlap highlight
…νη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. …
Φυκοῦς, πόλις Λιβύης. κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. ὁ πολίτης Φυκούσιος, ἐπειδὴ καὶ Φυκουσία λίμνη. εἰσὶ καὶ Φυκοῦσσαι νῆσοι Λιβύης. ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. οἱ νησιῶται Φυκουσσαῖοι ἢ Φυκούσσιοι.
char LCS 45 (69.2%) word LCS 7 (70.0%)
Show overlap highlight
…ρωτήριον, ἀφ´ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος π…
Πιτυοῦσσαι, νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν. τὸ ἐθνικὸν Πιτυούσσιος.
char LCS 42 (56.0%) word LCS 7 (58.3%)
Show overlap highlight
…Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ (c. 3…
Οἰνοῦσσαι, νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Οἰνουσσαῖος καὶ Οἰνούσσιος.
char LCS 36 (32.1%) word LCS 8 (42.1%)
Show overlap highlight
…αιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ (c. 31). Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλλη…
Φαρμακοῦσσαι, δύο νῆσοι πλησίον Σαλαμῖνος. ἔστι καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. τὸ ἐθνικὸν Φαρμακουσσαῖος ἢ Φαρμακούσσιος.
char LCS 35 (62.5%) word LCS 5 (62.5%)
Show overlap highlight
…οῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ (c. 31). Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ…
Δρυμοῦσσα, νῆσος Ἰωνίας, Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δρυμουσσαῖος.