Prosodia Catholica (Herodian)

Passage 1.271
← Index
1.271
No summary yet
τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. * Τὰ εἰς 'τα' ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων ( 16 p. 744) πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν «νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον». Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης ( 4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικελίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Τὰ διὰ τοῦ 'αια' καὶ 'υια' δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ 'γ', ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων «εἰς Αἶαν πλέων», τῆς δὲ δευτέρας οὕτως «ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία». ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη». Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ 'ε' καὶ διὰ τῆς 'αι' διφθόγγου. Θυῖα. μυῖα. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 116 (29.7%) word LCS 23 (30.3%)
Show overlap highlight
…τία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ 'γ', ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων «εἰς Αἶαν πλέων», τῆς δὲ δευτέρας οὕτως «ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία». ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δ…
…εριρρέουσι δύο ποταμοί, Ἵππος καὶ Κυάνεος, ποιοῦντες αὐτὴν χερρόνησον. ἔοικε δὲ τοὐναντίον ἐξ αὐτῆς ὁ Αἰήτης εἶναι, ὡς Ἀσία Ἀσιάτης, οὕτως Αἶα Αἰάτης καὶ Αἰήτης. ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς μὲν προτέρας λέγων “εἰς Αἶαν πλέων” τῆς δὲ δευτέρας οὕτως “ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία”. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαίδι. τὸ ἐθνικὸν Αἰαῖος ὡς Γαζαῖος, τὸ θηλυκὸν Αἰαία.
char LCS 58 (67.4%) word LCS 12 (70.6%)
Show overlap highlight
…έβαλλον». Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης ( 4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικελίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν…
Ἔγεστα, πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα, ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. τὸ ἐθνικὸν Ἐγεσταῖος, καὶ θηλυκῶς.
char LCS 56 (15.1%) word LCS 9 (12.5%)
Show overlap highlight
…. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. * Τὰ εἰς 'τα' ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων ( 16 p. 744) πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν «νήσοις Ὀξείῃσι καὶ Ἀρτε…
Ἀρτεμίτα, νη̂σος Τυρρηνικὴ παρὰ τὰς Αἰολείων νήσους,
ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτε-
μίδωρος φησιν ὅτι χειρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελωΐου
ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἡ γενικὴ Ἀρτεμίτας. τὸ ἐθνι-
κὸν Ἀρτεμιτηνός. Ἀπολλόδωρος δ’ Ἀρτεμιτηνός φησι διὰ τοῦ
ᾶ. ἔστι καὶ πλησίον τω̂ν Ὀξεω̂ν νήσων νη̂σος Ἀρτεμίτα.…
char LCS 53 (12.8%) word LCS 11 (14.1%)
Show overlap highlight
…ῶν παγκληρία». ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη». Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ 'ε' καὶ διὰ τῆς 'αι' διφθόγγ…
…ίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμανδρία· Λυκόφρων “ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν”. τὴν δὲ Γραῖαν ἔνιοι λέγεσθαι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος τινὲς δὲ τὴν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Ταναγραῖος, καὶ Ταναγρίς ἀπὸ τοῦ Τάναγρα, καὶ τὸ Ταναγραῖον. καὶ Ταναγρική. Ἡρόδοτος πέμπτῃ “Ταναγρικὴ μοῖρα”, καὶ Μένανδρος “Ταναγρικὴ γυνή”.
char LCS 44 (69.8%) word LCS 7 (70.0%)
Show overlap highlight
…δατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Τὰ διὰ τοῦ 'αια' καὶ 'υια' δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ 'γ', ἔστι…
Εὔφραντα, πόλις Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. τὸ ἐθνικὸν Εὐφρανταῖος.
char LCS 41 (71.9%) word LCS 5 (62.5%)
Show overlap highlight
τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. * Τὰ εἰς 'τα' ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων ( 16 p. 744) πόλις Παρθυαίων…
Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Γιτταῖος.
char LCS 33 (45.8%) word LCS 6 (46.2%)
Show overlap highlight
…κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Τὰ διὰ τοῦ 'αια' καὶ 'υια' δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα…
Αὔγουσται, πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. οἱ πολῖται Αὐγουστανοί. Φλέγων ἐν Ὀλυμπιάδων ηʹ.
char LCS 31 (24.0%) word LCS 5 (18.5%)
Show overlap highlight
…. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Τὰ διὰ τοῦ 'αια' καὶ 'υια' δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ 'γ', ἔ…
Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ ὅ ἐστι μεγάλη. τὸ ἐθνικὸν Μαγνίτης διὰ τὸν Λιβυκὸν τύπον καὶ τὸν Αἰγύπτιον.
char LCS 30 (34.9%) word LCS 9 (47.4%)
Show overlap highlight
…ος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ´ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη». Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ 'ε' καὶ διὰ τῆς 'αι' διφθόγγου. Θυῖα. μυῖα. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα
Σμίνθη, πόλις Τροίας. τὸ ἐθνικὸν Σμινθαῖος. γράφεται δὲ καὶ διὰ τοῦ « ε » καὶ διὰ τῆς « αι » διφθόγγου. καὶ Σμινθεύς.
char LCS 27 (60.0%) word LCS 5 (62.5%)
Show overlap highlight
…κῶν «νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον». Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης ( 4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικελίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔ…
Ἕρβιτα, πόλις Σικελίας, Ἔφορος κηʹ. τὸ ἐθνικὸν Ἑρβιταῖος.