Prosodia Catholica (Herodian)

Passage 1.273
← Index
1.273
No summary yet
Ἰωνίας. Ἡρόδοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς «οἵ τε Πλάταιαν ἔχον» (Β 504). Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου «ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει. Τὰ εἰς 'α' συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ 'ει' διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγένεια, ἐπιφάνεια, ἀπέχθεια, ἀσφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶσιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεια, ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔστι δὲ αἲξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 223 (81.1%) word LCS 44 (86.3%)
Show overlap highlight
… Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς «οἵ τε Πλάταιαν ἔχον» (Β  504). Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν…
Ἀστυπάλαια, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. τὸ ἐθνικὸν Ἀστυπαλαιεύς καὶ Ἀστυπαλαιάτης.
char LCS 167 (21.6%) word LCS 29 (20.7%)
Show overlap highlight
…. δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου «ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει. Τὰ εἰς 'α' συνε…
…α ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. τὸ πληθυντικὸν ὀξύνων Ἡρωδιανὸς διὰ τὴν τοῦ ἀριθμοῦ [μεταβολὴν] ἐπικρίνει “εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει”. κέκληται δὲ ἀπὸ τῆς πλάτης τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου “ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι”. οἱ πολῖται Πλαταιεῖς, καὶ κατὰ συναίρεσιν ἀττικὴν τοὺς Πλαταιᾶς. καὶ Πλαταιᾶτις τὸ θηλυκὸν καὶ Πλαταιίς. ἔστι καὶ νῆσος πρὸ τῆς Λιβύης· ταύτης οἱ πολῖται Πλατειεῖς. καὶ ἡ χώρα Πλαταϊκή. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προ…
char LCS 89 (44.3%) word LCS 18 (42.9%)
Show overlap highlight
Ἰωνίας. Ἡρόδοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δ…
Φώκαια, πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ. λέγεται καὶ Φωκαίη διὰ τοῦ « η ». ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ὁ πολίτης Φωκαεύς καὶ Φωκαιεύς καὶ Φωκαΐτης καὶ θηλυκὸν Φωκαΐς. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν τῇ Μυκάλῃ. ἐθνικὸν τὸ αὐτό.
char LCS 57 (46.7%) word LCS 10 (45.5%)
Show overlap highlight
…ῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπ…
Σηταῖον, χώρα παρὰ Σύβαριν, ἔνθα Σήταιαν, μίαν τῶν αἰχμαλώτων, πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. τὸ ἐθνικὸν Σηταῖος.
char LCS 56 (75.7%) word LCS 9 (75.0%)
Show overlap highlight
…των, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μη…
Ἀμφίκαια, πόλις Φωκίδος, Παυσανίας δεκάτῃ· ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. ὁ πολίτης Ἀμφικαιεύς.
char LCS 55 (63.2%) word LCS 10 (66.7%)
Show overlap highlight
…ας. Ἡρόδοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυ…
Αἴθαια, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν, Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. τὸ ἐθνικὸν Αἰθαιεύς, Θουκυδίδης πρώτῃ.
char LCS 45 (67.2%) word LCS 9 (69.2%)
Show overlap highlight
…, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτ…
Ἄστραια, πόλις Ἰλλυρίας. Ἀδριανὸς Ἀλεξανδριάδος αʹ “οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε”.
char LCS 29 (22.5%) word LCS 5 (20.0%)
Show overlap highlight
… ἔνδεια κατὰ κρᾶσιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεια, ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔστι δὲ αἲξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια.
Μαλέα, ἄκρα πρὸς τῇ Πελοποννήσῳ, καὶ Μάλεια διὰ διφθόγγου. καὶ Μαλείτης ὡς Ἀσινήτης, καὶ Μαλεᾶτις. καὶ ἀπὸ τοῦ Μάλεια Μαλειαῖος Ζεύς, καὶ θηλυκὸν Μαλειαία ἄκρα.
char LCS 26 (13.1%) word LCS 5 (13.9%)
Show overlap highlight
…δοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ 'η'. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ´ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσ…
Αὐλών, πόλις Λακωνικῆς, μία τῶν ἑκατόν· ὁ πολίτης Αὐλωνίτης. δευτέρα πόλις Ἀρκαδίας· ὁ πολίτης Αὐλώνιος. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυλωνία. τὸ ἐθνικὸν Καυλωνιάτης.
char LCS 24 (16.6%) word LCS 5 (16.7%)
Show overlap highlight
… Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλ…
Ἴκαρος, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Μάκρις καὶ Δολίχη καὶ Ἰχθυόεσσα· βʹ ἔστι καὶ πόλις .... γʹ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. ὁ πολίτης Ἰκάριος “πόντου Ἰκαρίοιο”. καὶ θηλυκὸν Ἰκαρία.