Prosodia Catholica (Herodian)

Passage 1.275
← Index
1.275
Place-name variants and derivations
ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος «οἱ δὲ Ζέλειαν ἔναιον» (Β 824). παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ 'ι' Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ «οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν» (Β 607). Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος ( 8, 76) «εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι' καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ». ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. Γοργίππεια πόλις Σινδικῆς. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλις Μηλιέων. Λυκόφρων (v. 903) «ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν». καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτως ἔνιοι Κώρυκον πόλιν Κιλικίας φασίν. Λυκόζεια πόλις Θρᾳκῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλις Καρίας, ἣ καὶ Τήλανδρος. Φανότεια πόλις Φωκίδος. λέγεται
In the second book. It was so called from the fact that the unmarried Hesione was handed over by her father to the sea-monster. It is also said Ἀγάμμη, just as πρέσβεια becomes πρέσβη and τὸ βασίλεια becomes βασίλη by synaloepha. And Ἀγάμμεια can also be formed from Ἀγάμμη, just as Πηνελόπεια from Πηνελόπη. Ἐρύθεια, an island of Geryon in the Ocean, is named from Ἐρυθεία, daughter of Geryon. It is also called Ἐρύθη by synaloepha. Likewise Ζέλεια, a city of the Troad, is called Ζέλη. Homer: “and they dwelt in Ζέλεια” (Β 824). In Poseidippus it is found with iota, Ζελίη. And Μαντίνεια, a city of Arcadia, (is called) Μαντίνη. Homer: “who held Tegea and lovely Μαντινέην” (Β 607). Ψυττάλεια, an island near Salamis. Herodotus (8, 76): “to the little island Ψυττάλεια, lying between Salamis and the mainland.” It is also called Ψυττάλη. But Ψυττάλεια seems to be the original form, and it is named from Ψυττάλος. Ἀγάθεια, a city of Phocis, as Hellanicus (says) in the first book of the Deucalioneia. There is also Ἀγάθεια, a city of the Ligyes or Celts, a derivative of Ἀγάθη, like Βερενίκεια and Θεσσαλονίκεια. Ἰόπεια, a city of Phoenicia, which is also Ἰόπη. It is also called Ἰοπία with iota, and perhaps (this is) from Αἰθιοπία. Λαοδίκεια, a city of Syria, formerly called Λευκὴ ἀκτή, and before that Ῥάμιθα, as Philo (says). There is also another in Lydia; and there is also another in Lycaonia; and another in Media. It is said to be formed by derivation from Λαοδίκη, just as Ἀπάμη (gives) Ἀπάμεια: a city of Syria named from Apama, mother of Seleucus. There is also another in the land of the Messenians, “enclosed by the Pigris, where the river Pigris splits, and on the right side a river Sella goes round, and on the left the Pigris, homonymous with the great (river).” There is also one of Lesser Phrygia, which was called Κελαιναί. There is also one of Bithynia, a foundation of Nicomedes Epiphanes, but it was first called Μύρλεια. There is also one of Persis, near Edessa to the north. Εὐρώπη, Εὐρώπεια. Σκάρφεια, a city of Locris near Thermopylae. It is named from Σκαρφεία. Strabo also calls the same place Σκάρφην. Γεράνεια, a city of Phrygia, from the original form Γεράνη. There is also a mountain between Megara and Corinth, from which Ino leapt as she fled Athamas. Αἰθάλεια, an island of the Tyrrhenians. Philistus in the fifth book of the Sicelica: it is called Αἰθάλη. Hecataeus in the Europa. Polybius in the thirty-fourth book says that Lemnos is called Αἰθάλεια. And the city was so called perhaps from the furnaces of Hephaestus that send up smoke. Γοργίππεια, a city of Sindice. It is also called Γοργίππη. Αἰγώνεια, a city of the Melieis. Lycophron (v. 903): “of whom some, wretched, (have) Αἰγώνειαν as their fatherland.” And Hecataeus (too). Rhianus in the sixteenth (book) calls it itself Αἰγώνη. Κωρύκεια: thus some speak of Κώρυκος, a city of Cilicia. Λυκόζεια, a city of the Thracians, which is also Λύκοζος. Τηλάνδρεια, a city of Caria, which is also Τήλανδρος. Φανότεια, a city of Phocis. It is called…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 149 (30.3%) word LCS 33 (34.0%)
Show overlap highlight
…α Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ». ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐ…
Ἀπάμεια, Συρίας πόλις, ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἐκλήθη καὶ Χερρόνησος ἀπὸ τῆς περιοχῆς τῶν ὑδάτων, καὶ Πέλλα ἀπὸ τῆς ἐν Μακεδονίᾳ. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ “τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ”. τὰ ἐθνικὰ Χερρονησίτης καὶ Πελλαῖος καὶ Ἀπαμεύς. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥ τις ἐκαλεῖτο Κελαιναί. τὰ ἐθνικὰ Κελαινίτης [καὶ] Ἀπαμεύς. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια…
char LCS 98 (26.1%) word LCS 17 (25.4%)
Show overlap highlight
…αιον» (Β 824). παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ 'ι' Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ «οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν» (Β 607). Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος ( 8, 76) «εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ…
Ψυττάλεια, νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος “εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου”. Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, ὡς [Ἀγάμμεια] Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο, ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη, περὶ ὧν κατὰ τοὺς οἰκείους εἰρήκαμεν…
char LCS 96 (81.4%) word LCS 16 (80.0%)
Show overlap highlight
…έγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. Γοργίππεια πόλις Σινδικῆς. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλις Μηλιέων. Λυκόφρων (v. 903) «ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν». καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτως ἔνιοι Κώρυκον πόλιν Κιλικίας φασίν. Λυκόζεια πόλις Θρᾳκῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλις Καρίας, ἣ καὶ Τήλανδρος. Φανότεια πόλις Φωκίδ…
Αἰγώνεια, πόλις Μηλιέων. Λυκόφρων “ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν”. καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν λέγει. τὸ ἐθνικὸν Αἰγωνεύς.
char LCS 85 (19.8%) word LCS 16 (18.6%)
Show overlap highlight
ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη…
Ἀγάμμεια, ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλλάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπ´ αὐτοῦ παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη, ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη· οὕτως Ἀγάμμεια Ἀγάμμη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη, ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. τὸ ἐθνικὸν Ἀγαμμεύς, ὡς τῆς Μαντινείας Μαντινεύς. λέγεται καὶ Μαντίνη κατὰ συναλοιφὴν παρ´ Ἑκαταίῳ. καὶ Ἀγαμμείτης, ὡς …
char LCS 67 (12.8%) word LCS 13 (12.9%)
Show overlap highlight
…ιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι' καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπά…
Λαοδίκεια, πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτή λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα κεραυνωθεὶς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε “ῥαμάνθας”, τουτέστιν ἀφ´ ὕψους ὁ θεός· ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων. λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δ´ εὐοινοτάτη καὶ πάσης εὐ…
char LCS 66 (41.5%) word LCS 14 (43.8%)
Show overlap highlight
…ια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκα…
Γεράνεια, πόλις Φρυγίας. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. τὸ πρωτότυπον Γεράνη, ἐξ ἧς Γεράνεια. τὸ ἐθνικὸν Γερανεύς, ἢ Γερανειάτης τῷ τύπῳ τῆς χώρας.
char LCS 52 (16.9%) word LCS 10 (16.7%)
Show overlap highlight
…ει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος «οἱ δὲ Ζέλειαν ἔναιον» (Β 824). παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ…
Ἐρύθεια, νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ, ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου, ἧς καὶ Ἑρμοῦ Νῶραξ, ὡς Παυσανίας. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν…
char LCS 48 (76.2%) word LCS 7 (70.0%)
Show overlap highlight
…ησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ '…
Ἀγάθεια, πόλις Φωκίδος, ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ὁ πολίτης Ἀγαθεύς.
char LCS 47 (42.0%) word LCS 7 (38.9%)
Show overlap highlight
…καλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰν…
Σκάρφεια, πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται ἀπὸ Σκαρφείας. τὸ ἐθνικὸν Σκαρφεύς καὶ Σκαρφαιεύς καὶ Σκαρφαῖος καὶ Σκάρφιος.
char LCS 42 (10.5%) word LCS 11 (13.9%)
Show overlap highlight
…λάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ 'ι' καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα…
…θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ « ι », καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ δὲ τοῦ Ἰόπεια διὰ διφθόγγου Ἰοπεύς καὶ Ἰοπείτης, καὶ Ἰοπίς θηλυκὸν παρὰ Χάρακι.