Prosodia Catholica (Herodian)

Passage 1.276
← Index
1.276
Passage lists many ancient place-names, cities, towns, islands, and variant names with brief locational and etymological notes.
δὲ καὶ Φανότη καὶ Φανοτεύς. Θουκυδίδης τετάρτῳ (c. 89). τινὲς Πανόπειάν φασιν. Τρινέμεια· οὕτως Καλλίμαχος Ἑκάλῃ τὸν δῆμον τῆς Κεκροπίδος φυλῆς, ὃν Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσιν. Βουνόμεια καὶ Βούνομος ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. Οἰάνθεια πόλις Λοκρῶν, Ἑλλάνικος, ἣν Ἑκαταῖος Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ. Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φωκίδος. Ὅμηρος «οἵ τ´ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο» (Β 521) καὶ Λυκόφρων «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον» (v. 1073). ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι´ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπ´ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥτις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται. τετάρτη Πισιδίας. πέμπτη
Also Φανότη and Φανοτεύς. Thucydides in the fourth book (c. 89). Some say Πανόπειάν. Τρινέμεια: thus Callimachus in the Hecale calls the deme of the Cecropid tribe, which Diodorus and Didymus record as Τρινεμεῖς. Βουνόμεια, and Βούνομος was Pella of Macedonia called. Οἰάνθεια, a city of the Locrians, Hellanicus; which Hecataeus in his Europe calls Οἰάνθη. Ἀφύτεια, a city of Thrace, which is also Ἀφύτη and Ἄφυτις and Ἄφυτος. Δέλβεια: thus some say that Δέρβη, a stronghold of Isauria, and a harbor, is called; and in the speech of the Lycaonians it means ‘juniper’. Ἀντιγόνεια, a city of Chaonia in Epirus. There is also a city of Arcadia, formerly Μαντίνεια; a third in Macedonia, a foundation of Antigonus Gonatas; a fourth in Bithynia near Dascylion; a fifth in Syria near Antioch. There is also a stronghold of the Cyzicenes, distant from the sea toward the west by about fifty stades. Ἀττάλεια, a city of Lydia, formerly called Ἀγρόειρα or Ἀλλόειρα. Others say that the Corycus of Cilicia is thus called, as Demetrius says, from Attalus Philadelphus who founded it. Ἀδράστεια, between Priapus and Parium, from King Adrastus, who was also the first to establish the sanctuary of Nemesis. The region too was called Ἀδράστεια, and the Ἀδραστείας plain, and the city likewise. There is also in the Troad a place Ἀδράστεια, from Ἀδραστεία daughter of Melissus, son of Ida, who first ruled in Troy, as Charax says in the second book of his Hellenica. Ἀκούτεια, a city of Iberia, according to Strabo in the third book. Ἀμφιγένεια, a city of Messenia; Strabo in the eighth. But according to Apollodorus it belongs to Macistia, and according to Antimachus to Messenia. Menelaus says that Ἀμφιγένειον is also said. Ἀνεμώρεια, a city of Phocis. Homer: “those who dwelt about Ἀνεμώρειαν and Ὑάμπολιν” (Β 521), and Lycophron: “the fatherland Lilaea and the plain of ἀνεμωρείας” (v. 1073). It has been named from what happens there: for beneath it lies the place called Κατοπτήριον, from which by day and night it is storm-tossed from every quarter. Ἄνθεια, a city of the Peloponnese near Argos, as Philo says. There is also Ἄνθεια, a city of Pontus near Thrace, a colony of Milesians and Phocaeans, which many mention, and Phileas. There is also a village of Libya. Pausanias says that Ἄνθεια is Θουρία, a city of Messenia. Ἄντεια, a city of Italy subject to the Romans. It was named from a child of Circe: “for Odysseus and Circe had three children, Romus, Ἀντεία, and Ἀρδεία.” It was also renamed Ἄντιον. Ἀράφεια, an island of Caria. Parthenius in Iphiclus: “and sea-girt Ἀράφειαν.” Γρώνεια, a city of Phocis; Γρύνεια, of the Troad. Ἀριαράθεια, a city near Cappadocia, from Ariarathes who ruled Cappadocia, son-in-law of Antiochus. Αἰγιάλεια: thus Argos was called. Ὑπέρεια: Argos, the city of the Phaeacians, was called; and there is also Ὑπέρεια, a spring of Messeïs. Ἀπεράντεια, a city of Thessaly; Polybius in the twentieth book. Ἀντινόεια, a city of Egypt, from the child Antinous. Ἀντιόχεια: many cities; the first of the Syrians. The second was named from Antiochus Epiphanes, in Lydia. The third of Mesopotamia, called Mygdonia, which by the locals is called Νάσιβις. The fourth of Pisidia. The fifth…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 154 (57.5%) word LCS 27 (56.2%)
Show overlap highlight
…Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέ…
Ἀντιγόνεια, πόλις Χαονίας ἐν Ἠπείρῳ. ὁ πολίτης Ἀντιγονεύς. ἔστι καὶ πόλις Ἀρκαδίας, ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον τῆς Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. τὸ ἐθνικὸν τὸ αὐτό.
char LCS 132 (72.1%) word LCS 22 (71.0%)
Show overlap highlight
… Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ…
Ἀττάλεια, πόλις Λυδίας, πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος αὐτήν. τὸ ἐθνικὸν Ἀτταλεύς. καὶ Ἀτταλικός κτητικὸν καὶ θηλυκόν.
char LCS 112 (52.6%) word LCS 20 (51.3%)
Show overlap highlight
…ου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλ…
Ἄντεια, πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. “Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς [γενέσθαι] τρεῖς, Ῥῶμον Ἀντείαν Ἀρδείαν”. ὁ πολίτης Ἀντεάτης ὡς Ἀρδεάτης. ἔστι καὶ Ἄντιον πόλις, οὐδετέρως, μετὰ Λωρεντὸν τῆς Ἰταλίας. τὸ ἐθνικὸν Ἀντιεύς ὡς Σουνιεύς.
char LCS 102 (45.1%) word LCS 21 (47.7%)
Show overlap highlight
…ν γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι´ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι…
Ἄνθεια, πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. τὸ ἐθνικὸν Ἀνθεύς. ἔστιν Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. ἔστι καὶ Ἰταλίας Ῥώμης πλησίον, ἥ τις καὶ Ἄντιον μετωνομάσθη, ὡς εἰρήσεται.
char LCS 84 (100.0%) word LCS 10 (100.0%)
Show overlap highlight
…ν, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόε…
Ἀριαράθεια, πόλις πλησίον Καππαδοκίας, ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου.
char LCS 54 (74.0%) word LCS 9 (69.2%)
Show overlap highlight
…πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως …
Ἀράφεια, νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ “καὶ εἰναλίην Ἀράφειαν”. καὶ τὸ ἐθνικὸν Ἀραφεύς.
char LCS 40 (42.1%) word LCS 8 (40.0%)
Show overlap highlight
…ον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ. Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆ…
Ἀκούτεια, πόλις Ἰβηρίας, καθὰ Στράβων ἐν τῷ τρίτῳ. τὸ ἐθνικὸν Ἀκουιτανοί, ὡς αὐτός. ἔοικε δὲ τὸ « ι » κατὰ πλεονασμὸν ἔχειν.
char LCS 39 (51.3%) word LCS 5 (45.5%)
Show overlap highlight
…Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπ´ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μ…
Ἀπεράντεια, πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. τὸ ἐθνικὸν Ἀπεραντοί ὡς Ἀμαραντοί, ὀξυτόνως.
char LCS 38 (45.2%) word LCS 6 (42.9%)
Show overlap highlight
…ντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπ´ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥτις πρὸς τῶν ἐπιχωρίων Νάσ…
Ἀντινόεια, πόλις Αἰγύπτου, ἀπ´ Ἀντινόου παιδός. τὸ ἐθνικὸν Ἀντινοεύς. ἐκλήθη ἡ πόλις καὶ Ἀδριανούπολις.
char LCS 37 (52.1%) word LCS 5 (45.5%)
Show overlap highlight
… δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φωκίδος. Ὅμηρος «οἵ τ´ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο» (Β 521) καὶ Λυκόφρων «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον» (v. 1073). ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι´ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια…
Λίλαια, πόλις Φωκίδος. Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. ὁ πολίτης Λιλαιεύς.